1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

4

ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ ΚΑΙ ΕΙΜΑΡΜΕΝΗΣ. Λόγος βʹ. Ὁ κακολογῶν πατέρα, ἢ μητέρα, θανάτῳ τελευτάτω, φησίν· ἐπὶ τῆς Παλαιᾶς ὁ νόμος ἔκειτο, ὅτε οὐ πολλὴ ἀρίστης πολιτείας ἡ ἀκρίβεια, ὅτε εἰσαγωγὴ τοῦ θείου ἦν, ὅτε παιδικὰ τὰ παραγγέλματα, ὅτε τὸ γάλα, ὅτε ὁ παιδαγωγὸς, ὅτε ὁ λύχνος, ὅτε ὁ τύπος καὶ ἡ σκιά. Τί οὖν ἂν εἴποιμεν περὶ τῶν νῦν ἐν τῇ χάριτι, καὶ τῇ τῶν πραγμάτων ἀληθείᾳ, καὶ τῇ τοσαύτῃ γνώσει, οὐχὶ πατέρα καὶ μητέρα κακολογούντων, ἀλλ' αὐτὸν τὸν τῶν ὅλων Θεόν; τίς τοὺς τοιούτους δέξεται τιμωρία; ποία τῷ μέτρῳ τῆς κακίας διαρκέσει κόλασις; ποῖος δὲ πυρὸς ποταμὸς, ποῖος σκώληξ ἀτελεύτητος, ποῖον σκότος ἐξώτερον, ποῖα δεσμὰ, ποῖος βρυγμὸς, ποῖος κλαυθμός; Πάντα ἐλάττω τὰ βασανιστήρια, καὶ τὰ ὄντα καὶ τὰ μέλλοντα τῆς οὕτω διακειμένης ψυχῆς, τῆς πρὸς τοσοῦτον κακίας κατενεχθείσης. Βλασφημίας δὲ τρόποι πολλοὶ καὶ διάφοροι· διόπερ ἀναγκαῖον αὐτοὺς ἐκθέσθαι τήμερον, ὥστε μήτε ἑκόντας τινὶ τοιούτῳ περιπεσεῖν, μήτε τινὰ τῶν φίλων, μήτε ἐχθρὸν περιπίπτοντα παριδεῖν. Οὐ γάρ ἐστιν, οὐκ ἔστι ταύτης ἁμαρτία χείρων, ἀλλ' οὐδὲ ἴση. ἀλλὰ καὶ προσθήκη κακῶν τοῦτό ἐστι, καὶ ὃ πάντα συγχεῖ, καὶ ἀσύγγνωστον ἔχει κόλασιν καὶ ἀφόρητον τιμωρίαν. Τίνες εἰσὶν οἱ τὸν Θεὸν κακῶς λέγοντες; Οἱ τῇ σοφίᾳ τῆς προνοίας αὐτοῦ τὴν ἐκ τῆς εἱμαρμένης ἀταξίαν καὶ ἀνάγκην ἐπιτειχίζοντες. Καὶ τὸ μὲν τοὺς ἀπίστους, καὶ πρὸς ξύλα καὶ λίθους κεχηνότας, καὶ θεραπεύοντας, ταύτην νοσεῖν τὴν νόσον, θαυμαστὸν οὐδέν· τὸ δὲ τοὺς ταύτης μὲν ἀπαλλαγέντας τῆς πλάνης καὶ τῆς δουλείας, καταξιωθέντας δὲ τὸν ἐπὶ πάντων εἰδέναι Θεὸν, τὸν ἀληθῆ καὶ ὄντως Θεὸν, ὥσπερ ἔκ τινος παλιῤῥοίας, πρὸς ἐκείνην ὑποσύρεσθαι τὴν ζάλην, τὸν λογισμὸν καὶ τὴν μανίαν, τοῦτό ἐστι τὸ δεινότατον, καὶ πολλῶν ὄντως δακρύων καὶ θρήνων ἄξιον· ὅταν οἱ τὸν Χριστὸν λέγοντες προσκυνεῖν, καὶ τοσούτων καταξιωθέντες μυστηρίων, καὶ τῶν ἀποῤῥήτων μετασχόντες δογμάτων, καὶ τῆς σοφίας τῆς ἐξ οὐρανῶν ἡμῖν κατενηνεγμένης, μετὰ τὴν τοσαύτην τιμὴν ἧς ἀπολελαύκασι παρὰ τοῦ Θεοῦ, ἑκόντες ἑαυτοὺς κατακρημνίζωσι, τῆς μὲν ἐλευθερίας, ἣν αὐτοῖς ὁ Θεὸς ἐχαρίσατο, μετὰ πολλῆς ἀλογίας ἑαυτοὺς ἐκβαλόντες, δουλείᾳ δὲ χαλεπωτάτῃ ὑποβαλόντες ἑαυτοὺς, καὶ τυραννικωτάτην τυραννίδα τὴν οὐκ οὖσαν ἀναπλάττοντες διὰ τῶν λογισμῶν, καὶ πᾶσαν ἐλπίδα χρηστὴν ἐκκόπτοντες, καὶ τὰ νεῦρα τῶν ὑπὲρ ἀρετῆς ἐσπουδακότων ἐκτεμεῖν ἐπιχειροῦντες. Καθάπερ ἐν πολέμῳ στρατιώτας γενναίους, καὶ τὴν ψυχὴν αὐτὴν ὑπὲρ τῆς πατρίδος ἑτοίμους ὄντας ἐπιδοῦναι, τῶν ἐχθρῶν τις ἰδὼν, καὶ μὴ δυνηθεὶς 50.754 ἑτέρῳ καταβλάψαι τρόπῳ, μηδὲ ἀποστῆσαι τῆς ὑπὲρ τοῦ βασιλέως προθυμίας, μηδὲ ποιῆσαι δειλοὺς, μηδὲ μηχανήμασι περιγενέσθαι, ἑτέρως λυμήναιτο, πείθειν ἐπιχειρῶν ὡς εἰκῆ καὶ μάτην καὶ ἐπ' οὐδενὶ τοσοῦτον ἐπιδείκνυνται πόνον, ὥστε αὐτῶν ἐκλῦσαι τὰς χεῖρας, ὥστε αὐτῶν καταβαλεῖν τὴν ῥώμην, ὥστε σβέσαι τὴν προθυμίαν, ὥστε διὰ πάντων τούτων ἀποστῆσαι μὲν τῆς περὶ τὸν πόλεμον σπουδῆς, γυμνοὺς δὲ καὶ ἀόπλους νομίσας, δεδεμένους αἰχμαλώτους λαβεῖν· οὕτω καὶ ὁ διάβολος πεποίηκεν. Ἐπειδὴ ἑώρα τῇ χάριτι τοῦ Θεοῦ τὸ πλέον τῆς οἰκουμένης καταγελῶντας μὲν τῆς Ἑλληνικῆς πλάνης, παντὶ δὲ θυμῷ καὶ πάσῃ ψυχῇ τὸν ὑπὲρ τῆς εὐσεβείας πρεσβεύοντας λόγον, εἶτα ἐκ τούτου πολλὴν μὲν ἀρετῆς γιγνομένην σπουδὴν, πολλὴν