1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

6

τῆς μάχης ταύτης σαφέστερον; τί τοῦ πολέμου φανερώτερον τούτου, ὃν ἀναισχύντως οὕτω πρὸς τὰ θεῖα λόγια εἵλοντο οἱ τῆς πονηρίας διδάσκαλοι δαίμονες; Ἀλλ' ὅπερ ἔφην, τὸ μὲν δαίμονας καὶ ἀνθρώπους ἄλλους δαίμονας, τοὺς Ἕλληνας λέγω, ταῦτα πείθεσθαι, θαυμαστὸν οὐδέν· τὸ δὲ ὑμᾶς οὕτω θείας καὶ σωτηρίου διδασκαλίας ἀπολαύοντας, ἀτιμάζειν μὲν ταῦτα, προστρέχειν δὲ ἐκείνοις τοῖς ἀλογωτάτοις, καὶ ψυχῆς ἀπώλειαν ἔχουσι, τοῦτό ἐστι τὸ πάντων χαλεπώτερον. Τί γάρ μοι καὶ τοὺς ἔξω κρίνειν; Ἐμοὶ τέως πρὸς ὑμᾶς ἐστιν ὁ λόγος, τὰ μέλη τοῦ Χριστοῦ, τὰ τέκνα τῆς Ἐκκλησίας, τοὺς ἐν τῷ πατρικῷ οἴκῳ παιδευομένους, τοὺς οὐρανίων ἀπολαύοντας διδαγμάτων, τοὺς τοσαύτῃ τιμηθέντας τιμῇ. ∆ιὰ τοῦτο στένω, διὰ τοῦτο δακρύω καὶ θρηνῶ· θρήνων γὰρ ὄντως ἄξια, ὅταν τις μηδὲ συγγνώμης ἄξια πίπτῃ πτώματα. Ποία γὰρ, εἰπέ μοι, συγγνώμη, ὅταν ἀποφαίνηται Θεὸς καὶ δαί 50.756 μονες ἀντιφθέγγωνται, καὶ ἀξιοπιστότερα δόξῃ παρὰ τῶν οἰκείων τοῦ Θεοῦ τὰ παρ' ἐκείνων λεγόμενα; Μὴ γὰρ λογισμοὺς κινοῦμεν νῦν, ἀλλὰ τέως τὴν ἰταμότητα τῶν ἐκείνοις πειθομένων δείξομεν. Ὁ Θεὸς λέγει, Παρέθηκά σοι πῦρ καὶ ὕδωρ, τὴν ζωὴν καὶ τὸν θάνατον, οὗ ἐὰν θέλῃς ἔκτεινόν σου τὴν χεῖρα· ὁ δαίμων λέγει, ὅτι οὐκ ἔστιν ἐν σοὶ τὸ ἐκτείνειν τὴν χεῖρα, ἀλλ' ἀνάγκῃ τινὶ καὶ βίᾳ. Καὶ ἀξιοπιστότερα εἶναί σοι δοκεῖ, καὶ οὐ τὸ μέσον τῶν συμβουλευόντων νοεῖς, ὅτι ὁ μὲν Θεὸς, ὁ δὲ δαίμων· οὐ τῆς συμβουλῆς τὸ διάφορον ἐξετάζεις, ὅτι τὸ μὲν σωτήριον καὶ πρὸς ἀρετὴν καλεῖ, τὸ δὲ ὄντως καὶ δαιμονικὸν καὶ πρὸς κακίαν καὶ πονηρίαν· οὐ τὰ παρὰ τοῦ Θεοῦ σοι γεγενημένα, καὶ τὰ παρὰ τοῦ δαίμονος σκοπεῖς, ὅτι ὁ μὲν οὕτω σε ἐφίλησεν, ὡς καὶ τὸν Μονογενῆ δοῦναι ὑπὲρ σοῦ, οὗ τιμιώτερον οὐδὲν ἦν τῷ Πατρὶ, καὶ ἔτι φιλεῖ, ὡς καὶ παρακαλεῖν σε διὰ τῶν ἀποστόλων ὑπὲρ τῆς σῆς σωτηρίας, καὶ πάντα ποιεῖ· ὁ δὲ οὕτως ἐμίσησε καὶ μισεῖ, ὡς διὰ πάντων σοι πολεμεῖν καὶ μὴ μόνον οὐδὲν διδόναι χρηστὸν, ἀλλὰ καὶ ὧν ἔλαβες παρὰ τοῦ Θεοῦ, καὶ τούτων πειρᾶσθαι ἐκβάλλειν· ὁ μὲν ἀγγέλοις σε ἴσον ποιῆσαι ἐσπούδασεν, ὁ δὲ τῶν χαμαὶ βαδιζόντων ἀτιμότερόν σε κατέστησεν, αὐτούς τε σὲ προσκυνεῖν ἀντέπεισεν· ὁ μὲν εἰς βασιλείαν οὐρανῶν ἕλκει καὶ τὰς ἄλλας τιμὰς, ὁ δὲ καὶ τῆς ἐνταῦθά σοι δοθείσης ἐφθόνησε, καὶ οὐ πρότερον ἀπέστη, ἕως ἐξέβαλεν. Εἰ γὰρ καὶ τὰ δόγματα οὐ δύνασθε αὐτοῦ συνορᾷν, καίτοι ἡλίου σαφέστερα τοῖς μὴ νωθεστέροις ἐστίν· οὕτω καὶ ταῦτα τὰ τοῦ Θεοῦ πρόδηλον ἔχει τὴν ἀρετὴν καὶ τὴν σωτηρίαν, κἀκεῖνα τὴν κακίαν· ἀλλ' ὅμως εἰ πρὸς αὐτὰ μὴ δύνασθε συνιδεῖν, κἂν ἀπὸ τῶν συμβουλευόντων μάθετε τὸ σωτήριον καὶ τὸ βλαβερόν. Πῶς γὰρ οὐκ ἄτοπον ἐπὶ μὲν τῶν ἄλλων πραγμάτων ταύτῃ κεχρῆσθαι τῇ γνώμῃ, κἂν μὲν ἰατρὸς δώσῃ τινὶ σιτίον, μὴ περιεργάζεσθαι, ἀλλ' ὡς ὑγιείας ποιητικὸν δέχεσθαι, ἂν δὲ φαρμακὸς καὶ γόης, μὴ πολυπραγμονεῖν, ἀλλ' ὡς δηλητήριον καὶ βλαβερὸν ἀποστρέφεσθαι· ἐπὶ δὲ τοῦ Θεοῦ μηδὲ τούτῳ κεχρῆσθαι τῷ μέσῳ; καίτοι τοσούτῳ πλέον τὸ μέσον Θεοῦ καὶ δαίμονος, ἢ ἰατροῦ καὶ φαρμακοῦ, ὅσον οὐδὲ ἔξεστιν εἰπεῖν, οὐδὲ νῷ παραστῆσαι καὶ λόγῳ. Πῶς οὖν οὐκ ἐσχάτης ἀτοπίας, ἔνθα μὲν ἐλάχιστον τὸ διάφορον τῶν παρεχόντων τὰ σιτία, μὴ πολυπραγμονεῖν, ἀλλὰ τῇ ποιότητι τῶν προσώπων ἀντὶ πάσης κεχρῆσθαι διδασκαλίας· ἔνθα δὲ τοσοῦτον τὸ μέσον τῶν συμβουλευόντων, λόγου χρείαν ἔχειν πρὸς τὸ μαθεῖν, ὅτι τὸ μὲν σωτήριον, τὸ δὲ βλαβερόν; Μὴ, παρακαλῶ, μὴ τῶν ἀλόγων ὦμεν ἀλογώτεροι, ἀλλ' ἀποπηδῶμεν, καὶ μὴ ἐπικλίνωμεν τὰς ἀκοάς· Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί· καὶ συγγνώμης οὐκ ἔστι τυχεῖν τοὺς ἀπατηθέντας. Τίνος γὰρ ἕνεκεν, ἂν μὲν λοιμικὸν χωρίον ἴδῃς καὶ ἐπίνοσον, φεύγεις τὴν ἐκεῖ διατριβὴν, κἂν μυρία σε ἕλκῃ πρὸς τὴν οἴκησιν ἐκείνην, πάντων τὴν τοῦ σώματος ὑγίειαν προτιθείς· ὅταν δὲ λόγου τοῦ λοιμώδους τινὲς ὦσιν ἐμπεπλησμένοι, καὶ νοσήματος, οὐχὶ σῶμα