1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

12

εἶδες, ἐπὶ μὲν τῆς ἀλλοτρίας πολλῆς ἀπολαύοντα τιμῆς, παρασίτους καὶ κόλακας ἔχοντα, εἰς δὲ τὰ οἰκεῖα ἐπανελθόντα, καὶ οὐδὲν συγχωρούμενον ἐκείνων λαβεῖν, ἀλλὰ γυμνὸν, ἄτιμον, τῶν προσαιτούντων ἀπορώτερον καὶ φαυλότερον φαινόμενον, ἆρα τοῦτον ζηλωτὸν εἶναι ἐνόμιζες, ἀλλ' οὐ διὰ τοῦτο μᾶλλον ἠλέεις καὶ ἐταλάνιζες; 50.763 Τοῦτο καὶ ἐπὶ τῶν πλουτούντων ποίει. Ἀλλ' εἰσί τινες, οἳ ἐπειδὰν τούτους τῆς φιλοσοφίας τοὺς λόγους κινήσωμεν, ὑῶν καὶ τράγων δίκην τῇ γαστρὶ προσηλωμένοι, καὶ τοῖς παροῦσι δουλεύοντες πράγμασιν, οὐδὲν εἶναι μετὰ τὴν ἐντεῦθεν νομίζουσιν ἀποδημίαν· ἕτεροι δὲ εἶναι μέν τινα νομίζουσι, προτιθέασι δὲ τὰ παρόντα τῶν μελλόντων. Πρὸς μὲν οὖν τοὺς μηδὲν εἶναι νομίζοντας, ἀλλ' ἀποσβεσθεῖσαν τὴν ψυχὴν τὴν ἡμετέραν, μηδένα διδόναι λόγον, μηδὲ εὐθύνας ὑπέχειν οἰομένους, τάχα καὶ γελοῖον ἀντειπεῖν, ὥσπερ πρὸς τοὺς μαινομένους καὶ τοὺς ἐξεστηκότας. Οὐδὲ γὰρ εἴ τις ἐν ἡμέρᾳ ἀμφιβάλλοι ἡμέραν μὴ εἶναι, καὶ περὶ τῶν πᾶσιν ὁμολογουμένων ἀμφισβητοίη, καιρὸς ἂν εἴη λόγῳ τὸν τοιοῦτον πείθειν, καὶ προσάγειν τῷ δόγματι· πλὴν ἀλλὰ διὰ τὴν ὑμετέραν ἀγάπην, καὶ πρὸς ἐκεῖνον διαλεξόμεθα, ἅπερ ἂν δῷ ἡ τοῦ Θεοῦ χάρις. Τί λέγεις, ἄνθρωπε, οὐδὲν εἶναι νομίζεις τὰ μετὰ ταῦτα; Τοῦτο γὰρ ἀναγκαῖον εἰπεῖν, πῶς καθάπερ κακῶν τινων ὁρμαθῷ ἀεὶ δυσσεβεστέρῳ δόγματι, τὸν ἅπαξ ἐκτραπέντα τῆς ἀληθείας παραδίδωσιν ὁ διάβολος. Ὅρα γάρ· ἔπεισεν ἀμελῆσαι σωφροσύνης, ἐπιεικείας, τῆς ἄλλης ἀρετῆς, ἐποίησε φαύλους κατὰ τὸν βίον, πονηρῷ συζῶντας συνειδότι λοιπὸν, καὶ τὴν ἀμοιβὴν τῶν αὐτοῖς ἡμαρτημένων ἑτέροις μεταθεῖναι ζητοῦντας, δέον μεταβάλλεσθαι τῆς κακίας. Τοῦτο μὲν οὐκ ἐποίησαν, ἀνέπλασαν δὲ δόγμα πονηρὸν, καὶ μυρίων γέμον κακῶν, τὸ τῆς εἱμαρμένης. Εἶτα ὑπὲρ τούτου πάλιν ἐλεγχόμενοι, καὶ συνομολογεῖν ἀναγκαζόμενοι μηδὲν εἶναι τὰ παρόντα, τὸ μέλλον ἀνατρέπουσι, καὶ τὸν περὶ ἀναστάσεως ἀναιροῦσι λόγον. Κἂν τοῦτο πάλιν διελέγξωμεν, εἰς ἕτερον ἐκπεσόντες δόγμα δυσσεβοῦσι· πλὴν τέως τὸ ἐν χερσὶ διελέγξωμεν. Οὐδέν ἐστιν, ἄνθρωπε, μετὰ ταῦτα, καὶ πρὸς ταῦτα ἵστασαι τὰ δόγματα; Τοσαῦτα ἐλήρησαν Ἕλληνες, ἀλλ' ὅμως πρὸς τὴν τοῦ δόγματος τούτου οὐκ ἀντέστησαν ἀλήθειαν· ἀλλ' εἰ καὶ αὐτοῖς ἀκολουθήσεις, ὅμως ἔδωκάν τινα μετὰ ταῦτα βίον, καὶ εὐθύνας, καὶ δικαστήρια ἐν ᾅδου, καὶ κολάσεις, καὶ τιμὰς, καὶ ψήφους, καὶ κρίσεις. Κἂν Ἰουδαίους ἐρωτήσῃς, κἂν αἱρετικοὺς, κἂν ὅντινα ἄνθρωπον, αἰσχυνθήσεται τοῦ δόγματος τὴν ἀλήθειαν, καὶ εἰ καὶ ἐν ἄλλοις διαφέρονται, ἀλλ' ἐν τούτῳ πάντες συμφωνοῦσι καὶ λέγουσιν, εἶναι τῶν ἐνταῦθα γεγενημένων εὐθύνας ἐκεῖ. Ἀλλ' οὐδενὶ βούλει πείθεσθαι τούτων, ἀλλ' ἀναισχυντεῖς καθάπαξ ἐκδιδοὺς σαυτὸν τῇ πλάνῃ. Οὐκοῦν διὰ τοὺς ἔτι νήφοντας, ἀναγκαῖον τοὺς περὶ τούτων κινῆσαι λόγους. Τῷ γὰρ μηδὲν ὁμολογοῦντι εἶναι μετὰ ταῦτα, ἀνάγκη μηδὲ Θεὸν εἶναι ὁμολογῆσαι. Ὁρᾷς, ὅπερ εἶπον, ὅτι ἀεὶ τῶν φαυλοτέρων ἐστὶ μετὰ τὰ πρῶτα δόγματα τὰ ὕστερα, ἅπερ αὐτοὺς διαδέξεται; Εἰ γὰρ μηδέν ἐστιν ἐκεῖ μετὰ ταῦτα, οὐδὲ Θεὸς ἔστιν. Εἰ γὰρ ἔστι Θεὸς, δίκαιός ἐστιν· εἰ δὲ δίκαιός ἐστι, τὸ κατ' ἀξίαν ἀπονέμει ἑκάστῳ· εἰ δὲ οὐδέν ἐστι μετὰ ταῦτα, ποῦ τὸ κατ' ἀξίαν ἀπολήψεται ἕκαστος; Πρόσεχε γάρ· πολλοὶ παρ' ἀξίαν, ὡς καὶ αὐτοὶ προλαβόντες ὡμολόγησαν, εὖ πάσχουσιν ἐνταῦθα καὶ τιμῶνται, ἕτεροι δὲ κολάζονται ἐν δικαιοσύνῃ ζῶντες. Εἰ τοίνυν οὐδείς ἐστι καιρὸς μετὰ ταῦτα, ἀπελεύσονται ἀδικηθέντες οἱ δίκαιοι, καὶ παρ' ἀξίαν εὖ παθόντες οἱ ἄδικοι· εἰ δὲ ταῦτα μὴ ἔσται, πῶς ἂν εἴη τὸ δίκαιον; Ἀνάγκη γὰρ ἢ εἶναί τινα καιρὸν μετὰ ταῦτα τὸν τὸ κατ' ἀξίαν ἀπονέμοντα ἑκάστῳ· ἐνταῦθα γὰρ 50.764 αὐτὸ οὐχ εὑρίσκομεν· εἴ γε μή ἐστι καιρὸς, πῶς τὸ κατ' ἀξίαν ἀπολάβῃ ἕκαστος; εἰ δὲ μηδεὶς τὸ κατ' ἀξίαν ἀπολαμβάνει, οὔτε Θεός ἐστι κατὰ σὲ δίκαιος· εἰ δὲ οὐκ ἔστι δίκαιος ὁ Θεὸς, οὐδὲ Θεὸς ἂν εἴη. Ἀλλ' ἡ