1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

16

ὑπομένομεν. Τί τούτου γένοιτ' ἂν ἀλογώτερον, ὑπὲρ ὧν κακῶς πάσχοντες ὠθισθέντες πρὸς κακίαν, ὑπὲρ τούτων καὶ τιμωρίαν διδόναι; Ἐποίησεν ἀνδροφόνον ἡ εἱμαρμένη, καὶ τὴν ψυχὴν ἀπαιτεῖ ἀνθ' ὧν ὑπήκουσεν αὐτῇ· τί τούτου βλαβερώτερον δόγμα γένοιτο ἄν; Ὥσπερ ἂν εἴ τις εἰς τὸ βάραθρον ὠθήσας, καὶ καταλαβὼν τὸν κρημνισθέντα, πάλιν τιμωρίαν ἀπαιτοίη τούτων ἕνεκεν· ἢ ὥσπερ ἂν εἴ τις βαρβάρᾳ δεσποίνῃ παραδοὺς αἰκίζεσθαι, καὶ μυρίοις περιβαλεῖν κακοῖς, τὸν παραδεδομένον ὑπὲρ τῆς δουλείας καὶ τῆς αἰχμαλωσίας ἀπαιτοῖ τιμωρίαν. Ἆρά τι γένοιτο ἂν τούτου ἀλογώτερον, εἰπέ μοι, ἢ ἀθλιώτερον τοῦ γένους τούτου; Εἰ ταῦτα τοιαῦτα, καὶ ἐχθροὶ μὲν καὶ πολέμιοι τοῖς αὐτῶν πολεμίοις ἴσασι συγγινώσκειν, ὅταν ἄκοντες καὶ μὴ βουλόμενοι πράττωσί τι τῶν χαλεπωτάτων αὐτοῖς· ἡ δὲ εἱμαρμένη τοῖς ὑπηκόοις, καὶ πάντα πειθομένοις, μᾶλλον δὲ κατηναγκασμένοις, οὐκ εἴσεται συγγνώμην, ἀλλ' ὑπὲρ ὧν αὐτοὺς κατηνάγκασε πρᾶξαι, ὑπὲρ τῶν αὐτῶν αὐτοὺς ἀπαιτεῖ δίκην· ποῖος φορυτὸς, ποῖος λαβύρινθος, ποία ζάλη ταύτην 50.768 μιμήσεται τὴν σύγχυσιν, εἰπέ μοι; Οὐκ ἤρκεσέ μοι τρόπος εἷς ἀδικίας, ὅτι μηδὲν ἁμαρτὼν εἰς κακίαν ἐμβέβλημαι, καὶ ὅτι ἕτερος μηδὲν κατορθώσας ἀγαθὸς γίνεται, καὶ τιμῆς ἀπολαύει· οὐκ ἀρκεῖ αὕτη μόνη ἡ ἀδικία, ὅτι ἁπλῶς καὶ ἀλόγως καὶ ἐμὲ κακὸν ἐποίησε, καὶ ἐκεῖνον καλὸν, ἀλλὰ καὶ ἑτέραν προστίθησιν, καὶ οὐδὲ τὴν τῶν ἀνθρώπων δικαιοκρισίαν μιμεῖται· ἀλλ' οἱ μὲν ἄνθρωποι, οὕτω φιλάνθρωποι καὶ ἥμεροι, ὡς διαιρεῖν τὰ ἀκούσια τῶν ἑκουσίων· ἡ δὲ τὰ ἀνθρώπινα διοικοῦσα ἐριννύς τις καὶ δαίμων πονηρὸς, οὕτω πάντα συγχεῖ. Εἰ μὲν οὖν οὐκ ἔστι Θεὸς ὁ ταῦτα ἐφορῶν, ἐλέγχεται μὲν ὁ λόγος ἑτέρωθεν. Οὐ γὰρ δυνατὸν ἐν εὐταξίᾳ τοσαύτῃ πρόνοιαν μὴ εἶναι. Πλὴν εἰ μὲν οὐκ ἔστι Θεὸς, πῶς ὅλως ταῦτα συνέστηκεν; εἰ δέ ἐστι, πῶς ταῦτα περιορᾷ; Εἰ μὲν γὰρ αὐτὸς ἐποίησεν, ὅρα τὴν ἀσέβειαν, καὶ τῆς βλασφημίας τὴν ὑπερβολήν· εἰ δὲ οὐκ ἐποίησε. γενόμενα δὲ περιορᾷ, πάλιν οὐκ ἔλαττον τοῦ προτέρου τὸ ἔγκλημα. Ὁρᾷς πῶς πανταχόθεν στενοχωρεῖται ὁ διάβολος, συνελαύνων τοὺς ἀνθρώπους εἰς τὴν κατὰ τοῦ ∆εσπότου μανίαν; Βούλει με πεῖσαι, ὅτι εἱμαρμένῃ πείθῃ, καὶ νομίζεις εἶναί τι δόγμα; Μὴ ἐγκάλει μοιχευομένῃ γυναικὶ, μηδὲ πλησθῇς θυμοῦ, μηδὲ εἰς κριτήριον δικαστοῦ ἀγάγῃς τὸν μοιχόν. Ἂν ἴδῃς τοῖχον διορυττόμενον, μὴ ἐπιλάβῃ τοῦ διορύττοντος, μηδὲ ἀπαιτήσῃς δίκην· οὐ γὰρ ἑκὼν τοῦτο ἐποίησε, καθὼς σὺ φῄς. Ἀμέλησον τῶν σαυτοῦ πάντων· πάντως γὰρ ἥξει σοι τὰ τῆς εἱμαρμένης· ῥῖψον ὅσον ἔχεις χρυσίον· ἀμέλησον οἰκιῶν, ἀγορῶν, ἀνδραπόδων· οὐδὲν ἀπὸ τῆς ῥᾳθυμίας τῆς σῆς ἡ τῆς εἱμαρμένης ῥᾳθυμία παραβλαβήσεται. Ἀλλ' οὐκ ἀνέξῃ τούτων οὐδὲν, ὡς ἔργῳ πεισθεὶς, ὅτι κατέγνωκας τῶν δογμάτων τῆς εἱμαρμένης. Τίνος οὖν ἕνεκεν ἐν ταῖς ἁμαρτίαις αὐτὴν προβάλλῃ, πανταχοῦ κατεγνωκώς; Ὁρᾷς ὅτι οὐδαμόθεν τὸ δόγμα τοῦτο εἰσενήνεκται, ἀλλ' ἀπὸ τῆς ῥᾳθυμίας, καὶ ὀλιγωρίας, καὶ τοῦ πρὸς αὐτοὺς τοὺς ὑπὲρ τῆς ἀρετῆς ἐκλελύσθαι πόνους. Εἰ γένεσίς ἐστι, κρίσις οὐκ ἔστιν· εἰ γένεσίς ἐστι, πίστις οὐκ ἔστιν· εἰ γένεσίς ἐστι, Θεὸς οὐκ ἔστιν· εἰ γένεσίς ἐστιν, οὐκ ἔστιν ἀρετὴ, οὐκ ἔστι κακία· εἰ γένεσίς ἐστι, πάντα μάτην, πάντα εἰκῇ καὶ ποιοῦμεν, καὶ πάσχομεν· οὐκ ἔστιν ἔπαινος, οὐκ ἔστι ψόγος, οὐκ ἔστιν αἰδὼς, οὐκ ἔστιν αἰσχύνη, οὐκ εἰσὶ νόμοι, οὐκ εἰσὶ δικαστήρια. Πόθεν οὖν ὁ δεῖνα πλουτεῖ, φησὶ, πόθεν ἕτερος πένεται; Μάλιστα μὲν εἰ καὶ τοὺς λόγους ἀγνοοῦμεν, ἔδει μένειν ἐπὶ τῆς ἀγνοίας, ἀλλὰ μὴ ἕτερον δόγμα πονηρὸν ἀναλαμβάνειν. Βέλτιον γὰρ ἀγνοεῖν καλῶς, ἢ εἰδέναι κακῶς· τὸ μὲν γὰρ οὐκ ἔχει κατηγορίαν, τὸ δὲ ἀπεστέρηται συγγνώμης. Πλὴν ἀλλὰ καὶ νῦν δῆλον ἡμῖν γέγονε διὰ τὴν τοῦ Θεοῦ χάριν, πόθεν ὁ μὲν πλουτεῖ, ὁ δὲ πένεται; ἢ γὰρ πατρῷον παραλαβὼν κλῆρον, ἢ ἐμπορίᾳ καὶ καπηλείᾳ χρησάμενος, ἢ τὰ ἑτέρων ἁρπάσας καὶ βιασάμενος, ἢ γάμῳ χρησάμενος εὐπόρῳ, ἢ γεωργίᾳ, ἢ τέχνῃ, ἢ ἑτέρῳ τινὶ τοιούτῳ. Καὶ