1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

19

τρυφῆς. Καθάπερ γὰρ τὸ σῶμα οὐ τὰ κατὰ φύσιν περιττώματα προΐεται μόνον, ἀλλὰ πολλῷ πλεῖον καὶ πανταχόθεν· καὶ γὰρ ὀφθαλμοὶ, καὶ ῥῖνες, καὶ στόματα, τῶν ἔνδον ὑπὸ τῆς γενομένης πλημμύρας βαρυνομένων, ἰκμάδος φαυλοτάτης καὶ διαφθορᾶς ἀναπίμπλαται, καὶ αὐτὴ τῆς σαρκὸς ἡ φύσις χαυνοτέρα γενομένη τῆς φυσικῆς συμμετρίας, καθάπερ βορβόρων καὶ ἀκαθάρτων τελμάτων πλησθεῖσα, δυσώδης τε ἅμα καὶ ἄχρηστος γίγνεται, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμος. Καὶ γὰρ καὶ αὐτὴ ἡ γῆ ὅταν ὑπὸ τῆς τοιαύτης πλεονεξίας τυραννηθεῖσα τὴν οἰκείαν καὶ ἔμφυτον ἀπολέσῃ θερμότητα, συναπόλλυσιν αὐτῆς καὶ τὴν ἰσχὺν, καὶ οὔτε πρὸς ἐργασίαν, οὔτε πρὸς τὴν οἰκείαν γονήν ἐστιν ἐπιτήδειος. Ἐντεῦθεν δὲ χαλεποῖς καὶ ἀνιάτοις ἁλίσκονται νοσήμασιν οἱ τρυφῇ συζῶντες διηνεκεῖ· καὶ γὰρ τρόμοις, καὶ παρέσει, καὶ φθόῃ, καὶ κορύζαις, καὶ ποδαλγίαις, καὶ χειραλγίαις, καὶ ἑτέροις πλείοσιν, ὅπερ ἰατρῶν λέγουσι παῖδες, ἁλώσιμοι γίνονται. Οὕτως εἰ καὶ μὴ γέεννα ἦν, μηδὲ κόλασις, μηδὲ κατάγνωσις ἐσχάτη παρὰ Θεοῦ, μηδὲ παρὰ ἀνθρώποις μέμψις, μηδὲ ἡ ἄκαιρος δαπάνη, μηδὲ ἕτερα μυρία τὰ ἀπὸ τῆς τρυφῆς ἐγγινόμενα, τοῦτο δὲ μόνον προσῆν, οὐχ ἱκανὸν ἅπαντας ἀποτρέψαι; ∆ηλητηρίων γὰρ φαρμάκων οὐδὲν ἄμεινον αἱ τοιαῦται διακείσονται τράπεζαι, μᾶλλον δὲ, εἰ δεῖ τὸ ἀληθὲς εἰπεῖν, καὶ πολλῷ χεῖρον. Τὰ μὲν γὰρ εὐθέως ἀπήνεγκε τὸν λαβόντα, καὶ τὴν τελευτὴν ἀναισθήτως ἐπήγαγεν, ὡς μηδὲ αὐτῷ τούτῳ λυπῆσαι τὸν ἀποθανόντα· αὗται δὲ ζωὴν μυρίων θανάτων χαλεπωτέραν ἐπάγουσι τοῖς αὐτὰς περὶ πολλοῦ ποιουμένοις, ζωὴν ἔφην, οὐκ ἐλεεινὴν μόνον, ἀλλὰ καὶ αἰσχρὰν καὶ καταγέλαστον. Τὰ μὲν γὰρ ἄλλα πάθη πολλοὺς ἔχει τοὺς συναλγοῦντας, ὅσα δὲ ἀπὸ τρυφῆς καὶ μέθης γέγονεν, οὐδὲ βουλομένους τοὺς ὁρῶντας ἀφίησι συναλγῆσαι τοῖς ὑπ' αὐτῶν χειρωθεῖσιν· ἀλλ' ἡ μὲν ὑπερβολὴ τοῦ κακοῦ πρὸς ἔλεον ἐπικάμπτει, ἡ δὲ ὑπόθεσις τοῦ νοσήματος παροξύνει τὸν εἰδότα. ∆ιότι μέσον τι πάθος πάθοιμεν ἂν, οὔτε ἐλεοῦντες αὐτούς· οὐ γὰρ ἀφίησιν αὐτοὺς ἡ αἰτία τῶν δεινῶν· οὔτε ὀργιζόμεθα· οὐ γὰρ ἐπιτρέπει τὸ μέγεθος τῶν δεινῶν, ἀλλὰ μεταξὺ κατηγορίας καὶ συγγνώμης ἡ στάσις. Οὐ γὰρ ὑπὸ τῆς φύσεως ἐπηρεάσθησαν καθάπερ κἀκεῖνοι, οὐδὲ ὑπὸ τῶν ἀνθρώπων ἐπεβουλεύθησαν, ἀλλ' αὐτοὶ δημιουργοὶ τῶν νοσημάτων ἑαυτοῖς τούτων ἐγένοντο, ἑκόντες ἑαυτοὺς ῥιπτοῦντες εἰς τὸ τῶν κακῶν βάραθρον. Ὥσπερ οὖν τοὺς βρόχους ἀνάπτοντας, καὶ τοὺς κατὰ κρημνῶν ἀφιέντας ἑαυτοὺς, καὶ τοὺς διὰ μέσων ξιφῶν ἑαυτοὺς ἀναιροῦντας οὐ σφόδρα οἰκτείρομεν, οὕτως οὐδὲ τούτους. Καίτοι εἰ 50.772 δεῖ συγγνώμης τυχεῖν, μᾶλλον ἐκεῖνοι τούτων ἂν τύχοιεν, εἰ καὶ αὐτοὶ σφόδρα ἂν εἶεν ἀσύγγνωστοι. Ἐκεῖνοι μὲν γὰρ ἢ συκοφαντίαις, ἢ ζημίαις χρημάτων, ἢ προσδοκώμενον κίνδυνον, ἢ πληγὰς ἐλπίσαντες, ἢ ἕτερόν τινα καραδοκήσαντες φόβον, καὶ μειζόνων, ἑαυτοὺς κακῶν ἐξαρπάζοντες, ἐπὶ τὴν τῆς τελευτῆς παραμυθίαν καταφεύγουσιν, ὥσπερ εἰς ἄσυλόν τι χωρίον τὸν θάνατον κατατρέχοντες, ἢ ὥσπερ εἰς λιμένα τινὰ εὔδιον ἀπὸ τῶν προσδοκωμένων χειμώνων σπεύδοντες καὶ ἐπειγόμενοι· οὗτοι δὲ οὐδὲν τοιοῦτον ἔχοντες εἰπεῖν, μυρίων βιαίων θανάτων ζωῇ χαλεπωτέρᾳ παραδιδόασιν ἑαυτούς. Εὔκαιρον οὖν νῦν εἰπεῖν ἐκεῖνο τὸ τοῦ σοφοῦ· Τίς ἐλεήσει ἐπαοιδὸν ὀφιόδηκτον, καὶ πάντας τοὺς προσάγοντας θηρίοις ἑαυτούς; Θηρίον γάρ ἐστιν ἡ τρυφὴ, θηρίον χαλεπὸν καὶ ἀτίθασσον, καὶ οὐχ οὕτω σκορπίος ἢ ὄφις τοῖς σπλάγχνοις ἡμῶν ἐγκαθήμενος λυμαίνεται πανταχόσε, ὡς ἡ τῆς τρυφῆς ἐπιθυμία πάντα ἀνατρέπει καὶ ἀπόλλυσι. Τοῖς μὲν γὰρ θηρίοις ἐκείνοις μέχρι τοῦ σώματος ἡ ἐπιβουλή· αὕτη δὲ, ὅταν ἐγκαθεσθῇ, μετὰ τοῦ σώματος καὶ τὴν ψυχὴν προσαπόλλυσι. ∆ιόπερ φύγωμεν ἀπ' αὐτῆς, ὡς φρονίμοις λέγω. Εἰ μὲν ἔχει τι χρηστὸν, μὴ ἀνασχώμεθα, μὴ πεισθῶμεν· εἰ δὲ ἀληθῆ τὰ εἰρημένα, καὶ λύμη πάντων ἐστὶ τὸ