1

 2

 3

 4

 5

5

αὐτῶν· καὶ ὡς ἀτενίζοντες ἦσαν, πορευομένου αὐτοῦ. Οὕτως οὖν καὶ τὸ ἡμέτερον σῶμα ὁμοούσιον ἔσται ἐκείνῳ τῷ σώματι, ἅτε ἐκ τοῦ φυράματος ὄν· ὥσπερ γὰρ ἡ κεφαλὴ, οὕτω καὶ τὸ σῶμα· ὥσπερ ἡ ἀρχὴ, οὕτω καὶ τὸ τέλος. Καὶ τοῦτο σαφέστερον ὁ Παῦλος δηλῶν ἔλεγεν· Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. Εἰ τοίνυν σύμμορφον γίνεται, καὶ τὴν αὐτὴν ὁδὸν βαδιεῖται, καὶ ὁμοίως ἐπὶ νεφελῶν ἀρθήσεται. Ταῦτα προσδόκα καὶ αὐτὸς ἐν τῇ ἀναστάσει. Ἐπειδὴ γὰρ ἄδηλον ἦν τοῖς ἀκούουσι τέως τὸ ῥῆμα τῆς βασιλείας, διὰ τοῦτο ἀνελθὼν ἐν τῷ ὄρει μετεμορφώθη ἔμπροσθεν τῶν μαθητῶν αὐτοῦ, παρανοίγων αὐτοῖς τῶν μελλόντων τὴν δόξαν, καὶ ὡς ἐν αἰνίγματι καὶ ἀμυδρῶς ἐπιδεικνὺς οἷον ἔσται τὸ σῶμα τὸ ἡμέτερον. Ἀλλὰ τότε μὲν μετὰ ἱματίων ἐφάνη, ἐν δὲ τῇ ἀναστάσει οὐχ οὕτως. Οὐ γὰρ δεῖται τὸ σῶμα ἡμῶν ἱματίων, οὐδὲ στέγης, οὐδὲ ὀρόφου, οὐδὲ ἄλλου τῶν τοιούτων οὐδενός. Εἰ γὰρ ὁ Ἀδὰμ πρὸ τῆς παραβάσεως γυμνὸς ὢν οὐκ ᾐσχύνετο, δόξῃ ἠμφιεσμένος, πολλῷ μᾶλλον τὰ σώματα τὰ ἡμέτερα, ὅσα ἐπὶ μείζονα καὶ ἀμείνω λῆξιν βαδιεῖται, οὐδενὸς τούτων δεηθήσεται. ∆ιὰ δὴ τοῦτο καὶ αὐτὸς ἀνιστάμενος, τὰ ἱμάτια ἐπὶ τοῦ τάφου καὶ τῆς σοροῦ κεῖσθαι εἴασε, γυμνὸν ἀναστήσας 51.353 τὸ σῶμα, δόξης ἀφάτου καὶ μακαριότητος ἐμπεπλησμένον. Ταῦτα οὖν εἰδότες, ἀγαπητοὶ, καὶ διὰ λόγων παιδευθέντες, καὶ δι' ὀφθαλμῶν διδαχθέντες, τοιαύτην ἐπιδειξώμεθα πολιτείαν, ἵνα ἐν νεφέλαις ἁρπαγέντες ἀεὶ μετ' αὐτοῦ διατρίβοντες ὦμεν, σωζόμενοι 51.354 καὶ τῇ αὐτοῦ χάριτι, καὶ τῶν μελλόντων ἀπολαύοντες ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.