1

 2

 3

 4

 5

 6

 7

 8

2

ἐκείνην καὶ διαιωνίζουσαν ζωὴν, καὶ οὐ μόνον ἀνωμαλίᾳ ἀέρων καὶ ἀδοκήτων πραγμάτων περιστάσει οὐκ ἐπιβουλευομένας, ἀλλ' οὐδὲ αὐτῷ τῷ θανάτῳ διαλυομένας. Ἀπὸ τῶν ἐλπίδων δὲ αὐτῶν ἴδοι τις ἂν καὶ ἐν αὐτοῖς τοῖς τυχοῦσι λάμποντα αὐτῶν τὸν καρπὸν, καὶ πολλὴν καὶ μεγάλην οὖσαν τὴν ἀμοιβήν. ∆ιὰ τοῦτο ὁ μακάριος Παῦλος ἐβόα, λέγων· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσι. Παρακαλῶ μὴ παραδράμωμεν τὸ εἰρημένον ἁπλῶς· ἀλλ' ἐπειδὴ, οὐκ οἶδα πῶς, πάλιν ἡμᾶς ὁ λόγος εἰς τὸν τοῦ καλοῦ κυβερνήτου Παύλου λιμένα εἰσήγαγεν, ἐντρυφήσωμεν τῇ λέξει, βραχείᾳ μὲν οὔσῃ, πολλῇ δὲ ἡμᾶς παιδευούσῃ φιλοσοφίᾳ. Τί ποτ' οὖν ἐστιν ἄρα τὸ εἰρημένον, καὶ τί τοῦτο εἰπὼν ᾐνίξατο ἡμῖν, λέγων, Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσι; Μικρὸν, εἰ δοκεῖ, ἀνωτέρω τὸν τῆς διδασκαλίας λόγον ἀγάγωμεν, καὶ πολλὴν ὀψόμεθα τὴν σαφήνειαν, καὶ τὴν τῶν νοημάτων δύναμιν ἐκεῖθεν τικτομένην ἡμῖν. Ἀλλὰ μηδένα τὸ σῶμα καταμαλακιζέτω· ἀλλ' ἀντὶ δρόσου γενέσθω ἡ τῆς πνευματικῆς ἀκροάσεως ἐπιθυμία. Καὶ γὰρ περὶ θλίψεως ἡμῖν ὁ λόγος καὶ ἐπιθυμίας ἀγαθῶν αἰωνίων, καὶ ὑπομονῆς, καὶ τῆς ἐκ τούτων γινομένης ἀμοιβῆς τοῖς οὐκ ἀναπεπτωκόσι. Τί ποτ' οὖν ἐστι τὸ, Οὐ μόνον; Ὁ γὰρ τοῦτο εἰρηκὼς, εἰπεῖν ἡμῖν πολλὰ καὶ ἕτερα δείκνυσι προϋπηργμένα ἀγαθά· καὶ μετ' ἐκείνων καὶ τοῦτο προστίθησι, τὸ ἀπὸ τῆς θλίψεως· διὸ καὶ ἔλεγεν ὁ αὐτός· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν. Ὥστε δὲ σαφέστερον γενέσθαι τὸ εἰρημένον, βραχεῖαν ὥραν ἀνάσχεσθε, μακροτέραν ἡμῶν ποιουμένων τὴν διδασκαλίαν τῷ λόγῳ. Ἐπειδὴ γὰρ κατηγγέλθη ὑπὸ τῶν ἀποστόλων τὸ θεῖον κήρυγμα, καὶ περιῄεσαν πανταχοῦ τῆς οἰκουμένης σπείροντες τῆς εὐσεβείας τὸν λόγον, καὶ πρόῤῥιζον ἀνασπῶντες τὴν πλάνην, καὶ τοὺς πατρῴους τῶν ἀσεβῶν καταλύοντες νόμους, καὶ παρανομίαν ἅπασαν ἐλαύνοντες, καὶ τὴν γῆν ἐκκαθαίροντες, καὶ εἰδώλων μὲν καὶ ναῶν καὶ βωμῶν καὶ πανηγύρεων τῶν ἐκεῖθεν καὶ τελετῶν κελεύοντες ἀποπηδᾷν, ἐπιγινώσκειν δὲ τὸν τῶν ὅλων ἕνα καὶ μόνον Θεὸν, καὶ τὰς μελλούσας ἀναμένειν ἐλπίδας, καὶ περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος διελέγοντο, καὶ περὶ ἀναστάσεως ἐφιλοσόφουν, καὶ περὶ βασιλείας οὐρανῶν διελέγοντο· διὰ ταῦτα πόλεμος ἀνήφθη χαλεπὸς, καὶ πολέμων ἁπάντων ὁ τυραννικώτατος, καὶ πάντα θορύβου καὶ ταραχῆς καὶ στάσεως ἔγεμε, καὶ πόλεις ἅπασαι, καὶ δῆμος ἅπας, καὶ οἰκία, καὶ οἰκουμένη καὶ ἀοίκητος, ἅτε δὴ τῶν παλαιῶν ἐθῶν διασαλευομένων, καὶ τῆς ἐπὶ τοσοῦτον κατασχούσης προλήψεως διασειομένης, καινῶν δὲ εἰσαγομένων δογμάτων, καὶ ὧν μηδεὶς μηδέποτε ἤκουσε· πρὸς ταῦτα βασι51.158 λεῖς ἠγρίαινον, καὶ ἄρχοντες ἐδυσχέραινον, καὶ ἰδιῶται ἐταράττοντο, καὶ ἀγοραὶ ἐθορυβοῦντο, καὶ δικαστήρια ἐχαλέπαινε, καὶ ξίφη ἐγυμνοῦτο, καὶ ὅπλα παρεσκευάζετο, καὶ νόμοι ἠγανάκτουν. Ἐκεῖθεν τιμωρίαι καὶ κολάσεις καὶ ἀπειλαὶ καὶ πάντα συνεκινεῖτο τὰ ἐν ἀνθρώποις εἶναι δοκοῦντα δεινά. Ὥσπερ θαλάττης μαινομένης καὶ χαλεπὰ ναυάγια ὠδινούσης, οὐδὲν ἄμεινον τὰ τῆς οἰκουμένης διέκειτο, πατρὸς παῖδα διὰ τὴν εὐσέβειαν τότε ἀποκηρύττοντος, καὶ νύμφης πρὸς πενθερὰν σχιζομένης, καὶ ἀδελφῶν διαιρουμένων, καὶ δεσποτῶν κατὰ τῶν οἰκετῶν ἀγανακτούντων, καὶ τῆς φύσεως σχεδὸν πρὸς ἑαυτὴν στασιαζούσης, καὶ οὐκ ἐμφυλίου μόνον, ἀλλὰ καὶ συγγενικοῦ διὰ πάσης οἰκίας διιόντος πολέμου Ὁ γὰρ λόγος μαχαίρας δίκην εἰσιὼν, καὶ τὸ νοσοῦν ἀπὸ τοῦ ὑγιαίνοντος τέμνων, πολλὴν ἐποίει πανταχοῦ τὴν στάσιν εἶναι, καὶ τὴν φιλονεικίαν, καὶ πανταχόθεν μυρίας αἴρεσθαι κατὰ τῶν πιστευόντων παρεσκεύασεν ἐπαχθείας καὶ μάχας. Ἐντεῦθεν οἱ μὲν εἰς δεσμωτήρια ἀπήγοντο, οἱ δὲ εἰς δικαστήρια, οἱ δὲ τὴν ἐπὶ θάνατον φέρουσαν ὁδόν· καὶ τῶν μὲν αἱ οὐσίαι ἐδημεύοντο, οἱ δὲ καὶ τῆς πατρίδος καὶ τῆς ζωῆς αὐτῆς πολλάκις ἐξέπιπτον, καὶ πανταχόθεν νιφάδων πυκνότερα