1

 2

 3

 4

 5

 6

 7

 8

6

ἐφ' ἑκάστης γενεᾶς, ὥς φησιν· Ὑπόδειγμα λάβετε, ἀδελφοὶ, τῆς κακοπαθείας καὶ τῆς ὑπομονῆς, τοὺς προφήτας, οἱ ἐλάλησαν τὸν λόγον ἐν ὀνόματι Κυρίου. Ἀλλὰ γὰρ καὶ οὗτος ὁ νῦν ἡμῖν τὸν ἀγῶνα τοῦτον προτείνας. καὶ τὸ παρὸν πνευματικὸν θέατρον συγκροτήσας, Παῦλον λέγω, μετὰ τὸ τὰς μυρίας αὐτὸν ἐκείνας ἑκάστου τῶν ἁγίων καταλέξαι ταλαιπωρίας, ἃς μηδὲ ῥᾴδιον νῦν κατὰ λόγον διεξιέναι, ἐπάγει λέγων· Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, καὶ ἐπὶ τούτοις πᾶσιν ἀγαλλόμενοι. Τοῦτο δὲ αὐτὸ ἴδοι τις ἂν, ὅτε μετὰ τὴν φυλακὴν καὶ τὰς λοιδορίας μαστιχθέντες ἀπηλαύνοντο, τί φησιν; Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. δʹ. Ἀλλὰ γὰρ καὶ ἐπὶ ἡμῶν ταῦτα γέγονε· καὶ εἰ βούλοιτό τις, ἐνθυμηθήτω ὃ λέγω, ἐν τῷ καιρῷ τῶν διωγμῶν οἷα συνέβαινεν. Εἰσῄει παρθένος ἁπαλὴ καὶ ἀπειρόγαμος, κηροῦ μαλακώτερον ἔχουσα σῶμα· εἶτα τῷ ξύλῳ προσηλωθεῖσα πάντοθεν, διωρύττετο τὰς πλευρὰς καταξεομένη, καὶ κατεῤῥεῖτο τῷ αἵματι, καὶ καθάπερ νυμφευομένη μᾶλλον καὶ ἐν παστάδι καθημένη, οὕτω μετ' εὐνοίας ἔφερε τὰ γινόμενα διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, ἐν αὐτοῖς τοῖς ἀγῶσι στεφανουμένη. Ἐννόησον ἡλίκον ἦν ἰδεῖν τύραννον μετὰ στρατοπέδων καὶ ξιφῶν ἠκονημένων καὶ ὅπλων τοσούτων ἀπὸ μιᾶς κόρης νικώμενον. Ὁρᾷς ὅτι καὶ αὐτὴ ἡ θλίψις καύχησιν ἔχει μεγίστην; Καὶ μαρτυρεῖτε τοῖς λεγομένοις ὑμεῖς. Οὔπω γὰρ τῶν μαρτύρων ἀπολαβόντων τὰς ἀμοιβὰς, οὐδὲ τὰ βραβεῖα καὶ τοὺς στεφάνους, ἀλλ' εἰς κόνιν διαλυθέντων καὶ τέφραν, μετὰ πάσης προθυμίας συντρέχομεν εἰς τὰς ἐκείνων τιμὰς, καὶ θέατρον συγκροτοῦμεν πνευματικὸν, καὶ ἀνακηρύττομεν τούτους, καὶ στεφανοῦμεν αὐτοὺς διά τε τὰ τραύματα καὶ τὸ αἷμα, διὰ τὰς βασάνους καὶ τὰς πληγὰς, διὰ τὰς θλίψεις ἐκείνας καὶ τὰς στενοχωρίας· οὕτω καὶ αὐταὶ αἱ θλίψεις καύχημα ἔχουσι καὶ πρὸ τῆς ἀμοιβῆς. Ἐννόησον ἡλίκος ἦν ὁ Παῦλος τότε τὰ δεσμωτήρια οἰκῶν, καὶ εἰς δικαστήρια ἐπαγόμενος, πῶς περίβλεπτος, πῶς λαμπρὸς, καὶ περιφανὴς παρὰ πᾶσιν ἐφαίνετο, μάλιστα δὲ παρ' ὧν ἐπολεμεῖτο, καὶ ἐπεβουλεύετο. Καὶ τί λέγω, ἀνθρώποις περίβλεπτος, ὅπου γε καὶ τοῖς δαίμοσι τότε μᾶλλον ἦν φοβερὸς, ὅτε ἐμαστίζετο; Ὅτε δὲ ἐδεσμεῖτο, ὅτε ἐναυάγει, τότε τὰ μέγιστα εἰργάζετο σημεῖα, τότε μειζόνως περιεγένετο τῶν ἀντικειμένων δυνάμεων. Εἰδὼς οὖν καλῶς τὸ ἀπὸ τῶν θλίψεων τούτων προσγινόμενον τῇ ψυχῇ κέρδος, ἔλεγεν· Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι· εἶτα ἐπάγει· ∆ιὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, 51.163 ἐν παθήμασιν, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. ∆ιὰ τοῦτο καὶ πρός τινας ἐν Κορίνθῳ διατρίβοντας, καὶ πρὸς τούτους ἀποτεινόμενος μεγαλοφρονοῦντας ἐφ' ἑαυτοῖς, τῶν δὲ λοιπῶν καταψηφιζομένους, τὸν χαρακτῆρα τῆς Ἐπιστολῆς ἀπογράφων, ἀνάγκην ἔσχεν ἐντεῦθεν τῶν καθ' ἑαυτὸν κατορθωμάτων συνθεῖναι ἡμῖν τὴν εἰκόνα, καὶ τοῦτο οὐκ ἀπὸ τῶν σημείων, οὐκ ἀπὸ τῶν θαυμάτων, οὐκ ἀπὸ τῆς τιμῆς, οὐκ ἀπὸ τῆς ἀνέσεως, ἀλλ' ἀπὸ τῶν δεσμωτηρίων, καὶ τῶν δικαστηρίων, καὶ τοῦ λιμοῦ, καὶ τοῦ ψύχους, καὶ τῶν πολέμων, καὶ τῶν ἐπιβουλῶν, οὕτω λέγων αὐτοῖς· ∆ιάκονοι Χριστοῦ εἰσι· παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ· καὶ δεικνὺς τὸ, Ὑπὲρ, καὶ τὴν ὑπεροχὴν, φησίν· Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις, καὶ τὰ ἑξῆς· Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. Ὁρᾷς αὐτὸν ἐν τούτοις μᾶλλον μειζόνως καυχώμενον, ἢ ἐπὶ λαμπροῖς στεφάνοις ἐγκαλλωπιζόμενον, καὶ διὰ τοῦτο λέγοντα· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσι; Τί δέ ἐστι τὸ, Οὐ μόνον; Οὐ μόνον, φησὶν, οὐκ ἐκκακοῦμεν θλιβόμενοι καὶ