1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

1

De inani gloria et de educandis liberis

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΠΕΡΙ ΚΕΝΟ∆ΟΞΙΑΣ ΚΑΙ ΟΠΩΣ ∆ΕΙ ΤΟΥΣ ΓΟΝΕΑΣ ΑΝΑΤΡΕΦΕΙΝ ΤΑ ΤΕΚΝΑ

Ἆρά τις ἐποίησεν ὅπερ ἠξίωσα; ἆρά τις ἐδεήθη τοῦ Θεοῦ καὶ ὑπὲρ ἡμῶν καὶ ὑπὲρ τοῦ παντὸς σώματος τῆς ἐκκλησίας, ὥστε σβεσθῆναι τὴν πυρὰν τὴν ἀπὸ τῆς κενοδοξίας τεχθεῖσαν, τὴν τῷ σώματι παντὶ λυμαινομένην, τὴν ἓν σῶμα εἰς πολλὰ διαιροῦσαν μέλη καὶ διασχίζουσαν τὴν ἀγάπην; Καθάπερ γὰρ θηρίον ἐμπεσὸν εἰς σῶμα εὐγενὲς καὶ ἁπαλὸν καὶ ἀμύνασθαι μὴ δυνάμενον, οὕτω τοὺς ὀδόντας ἐνέπηξεν τοὺς μιαροὺς καὶ τὸν ἰὸν ἐναφῆκεν καὶ τῆς πολλῆς δυσωδίας ἐνέπλησεν καὶ τὰ μὲν ἀποκόψασα ἔρριψεν, τὰ δὲ διέξανεν, τὰ δὲ καὶ διεμασήσατο. Καὶ εἴ γε ἦν ὀφθαλμοῖς ἰδεῖν τήν τε κενοδοξίαν καὶ τὴν ἐκκλησίαν, εἶδεν ἄν τις θέαμα ἐλεεινὸν καὶ πολλῷ τῶν ἐν τοῖς σταδίοις γενομένων χαλεπώτερον· τὸ μὲν σῶμα ἐρριμένον, ἐκείνην δὲ ἄνωθεν ἐφεστῶσαν καὶ πανταχοῦ ἀποβλέπουσαν καὶ τοὺς ἐμπεσόντας κατέχουσαν καὶ οὐδέποτε ἀφισταμένην οὐδὲ φειδομένην. Τίς οὖν ἡμῶν τὸ θηρίον ἀποσοβήσει τοῦτο; Τοῦ τὸν ἀγῶνα θέντος ἐστὶν ἔργον ὑφ' ἡμῶν παρακαλουμένου πέμψαι τοὺς ἀγγέλους αὐτοῦ καὶ καθάπερ τισὶ σχοινίοις τὸ ἰταμὸν αὐτῆς καὶ ἀναίσχυντον στόμα ἐμφράξαντας, οὕτως ἀπαγαγεῖν. Ἀλλὰ τότε ὁ τὸν ἀγῶνα θεὶς τοῦτο ποιήσει, ὅταν αὐτὴν ἀπαχθεῖσαν μὴ ἐπιζητῶμεν· ἂν δὲ πέμψῃ μὲν κελεύων ἀποστῆναι τὸ δεινὸν ἡμῶν θηρίον, ἡμεῖς δὲ μετὰ τὸ διασωθῆναι καὶ εἰς τὸν ἴδιον ἀπαχθῆναι φωλεὸν ἀναστάντες μετὰ μυρίων τραυμάτων πάλιν αὐτὸ ζητῶμεν καὶ κρούωμεν καὶ ἀνατρέπωμεν, ὥστε αὐτὸ ἐξαγαγεῖν, οὐκέτι ἡμᾶς ἐλεήσει λοιπὸν οὐδὲ φείσεται· «Τίς γὰρ ἐλεήσει, φησίν, ἐπαοιδὸν ὀφιόδηκτον καὶ πάντας τοὺς προσάγοντας θηρίοις;» Τί οὖν; πῶς ἂν ἀπαλλαγείημεν τοῦ κακοῦ καὶ πονηροῦ δαίμονος; δαίμων γὰρ ὄντως ἐστὶν ὄψιν ἔχων ἐπέραστον. Καθάπερ γὰρ εἰ δαίμων τις εἰς ἑταίραν ἑαυτὸν διατυπώσας καὶ πολλὰ μὲν περιθέμενος τὰ χρυσία καὶ ἱμάτια ἐνδὺς μαλακὰ καὶ πολλῶν ὄζων τῶν ἀρωμάτων ὑπέλθοι πάνυ λαμπρὰν εἰκόνα γυναικὸς καὶ πάσης εὐμορφίας ὑπερβολὴν ἀποκρύψας· ἔπειτα δὲ καὶ ἐν ἡλικίᾳ φανείη τοιαύτῃ ἣ μάλιστα τὰς τῶν νέων ἀναπτεροῖ ψυχάς, αὐτὸ τῆς νεότητος φέρων τὸ ἄνθος, ζώνῃ χρυσῇ διαζωσάμενος καὶ βοστρύχους ἀπὸ τῆς κεφαλῆς δείξας ποικίλως ἐμπεπλεγμένους, κρωβύλῳ περσικῷ προσεοικότας· εἶτα διάδημα περιθοῖτο περὶ τὴν κεφαλὴν γυμναῖς ταῖς θριξὶ πολὺν τὸν κόσμον ἐπιθεὶς καὶ περὶ τὸν τράχηλον ἀπαστράπτοντα χρυσὸν καὶ λίθους τιμίους δεικνύς, καὶ ἑστήκοι ὁ πόρνης τινὸς πολὺ νέαν ἡλικίαν ὑπελθὼν ἐπ' ἐρημίας πρὸ τοῦ τέγους, εἶτα καὶ πολλὴν τὴν αἰδῶ ἐπιδεικνύοιτο, τίνα οὐκ ἂν ἕλοι τῶν παριόντων; Καὶ μετὰ τοῦτο εἰς τὸν οἶκον εἰσαγαγὼν πᾶσαν μὲν ἐκείνην τὴν ὥραν ἀποθοῖτο, δείξας δὲ ἑαυτὸν μέλανά τινα καὶ πυρώδη καὶ ἄγριον, οἷον εἰκὸς δαίμονα, ἐκστήσειεν μὲν τὸν ἄθλιον τὸν ἐμπεσόντα, ἐναλλόμενος δὲ καὶ τῆς ψυχῆς κατασχὼν βακχεύοι τὴν ἐκείνου διάνοιαν, τοιοῦτόν τι τῆς κενοδοξίας ὁ πονηρὸς δαίμων ἐστίν. Τί γὰρ αὐτῆς ὡραιότερον εἶναι δοκεῖ; Τί δὲ ἐπεραστότερον; Ἀλλ' ἐὰν ἴδωμεν ὅτι φαντασία τὸ πρᾶγμά ἐστιν καὶ ὅτι ὑπόκρισις, οὐχ ἁλωσόμεθα τοῖς δικτύοις οὐδὲ περιπεσούμεθα τῇ σκηνῇ· ὃ γὰρ περὶ τῆς πόρνης εἴρηται, τοῦτο καὶ περὶ τῆς ταύτης εἰκότως ἄν τις εἴποι· «Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης»· τὸ αὐτὸ καὶ περὶ τῆς κενοδοξίας οὐκ ἄν τις ἁμάρτοι λέγων. Καθάπερ γὰρ ὁ Σοδόμων καρπός, τοιοῦτον ἡ κενοδοξία· καὶ γὰρ ἐκεῖνος τὴν μὲν ἐπιφάνειαν ἔχει λαμπρὰν καὶ καρπῶν ὑγιαινόντων τοῖς ὁρῶσιν ἐντίθησιν ἀπὸ