1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

4

ἄλλα ἅπαντα περιττά. Ἐπεὶ εἰ κἀκεῖνα ἀναγκαῖα ἦν καὶ οὐκ ἦν ἀνθρώπῳ ἄνευ διακόνου ζῆν, ὥσπερ οὐκ ἔστι δυνατὸν ἄνευ ἐκείνων ζῆν, τὸ πλέον ἂν ἀπωλώλει τῶν ἀνθρώπων, ἐπειδὴ τὸ πλέον τοὺς διακονουμένους οὐκ ἔχουσιν. Εἰ ἀναγκαῖον ἦν ἀργυροῖς σκεύεσι κεχρῆσθαι καὶ ἄνευ τούτων ζῆν οὐκ ἦν, τὸ πλέον ἂν πάλιν διέφθαρτο τῶν ἀνθρώπων, ἐπειδὴ οὐδὲ ἄργυρος παρὰ τοῖς πολλοῖς ἐστιν. Ἐὰν οὖν τις αὐτοῖς τοῖς κεκτημένοις τὸν ἄργυρον εἴπῃ· Τί δή ποτέ σοι τοῦτο βούλεται τὸ σκεῦος; εἰπὲ τὴν αἰτίαν καὶ ποίαν τὴν χρῆσιν παρέχεται», οὐδεμίαν <ἂν> ἄλλην ἔχοι εἰπεῖν, ἀλλ' ἢ τὴν παρὰ τῶν πολλῶν τιμήν. «Καὶ κέκτημαι ὥστε θαυμάζεσθαι καὶ μὴ καταφρονεῖσθαι, κρύπτω δὲ πάλιν, ὥστε μὴ φθονεῖσθαι καὶ ἐπηρεάζεσθαι.» Τί ταύτης τῆς ἀλογίας χεῖρον γένοιτ' ἄν; εἰ διὰ τὴν παρὰ τῶν πολλῶν τιμὴν ἔχεις, πᾶσιν ἐπιδείκνυσο, εἰ δὲ τὸν φθόνον δέδοικας, οὐδὲ ὅλως κεκτῆσθαι καλόν. Εἴπω καὶ ἑτέραν ἀλογίαν; Πολλάκις τῶν ἀναγκαίων τινὲς ἑαυτοὺς ἀποστερήσαντες καὶ λιμῷ φθειρόμενοι τούτων οὐκ ἀμελοῦσι τῶν σκευῶν. Κἂν ἐρωτήσῃς αὐτούς, «τὸ σχῆμά μου, φησίν, ἔχειν ὀφείλω». Ποῖον σχῆμα, ἄνθρωπε; οὔκ ἐστι τοῦτο σχῆμα ἀνθρώπου. Ἐπεὶ ἄρα ἀσχημοσύνην ἠσχημόνει μεγάλην ὁ δίκαιος Ἠλίας καὶ Ἐλισσαῖος καὶ Ἰωάννης·ἐπειδὴ τῷ μὲν τῆς μηλωτῆς πλέον οὐδὲν ἦν καὶ χήρας ἔχρῃζε γυναικός, καὶ αὐτῆς πενιχρᾶς, καὶ ἐπαιτητικὸν ἔζη βίον πρὸς τὰ πρόθυρα τῆς γυναικὸς τῆς πενιχρᾶς ἐκείνης ἐρχόμενος καὶ τὰ τῶν ἐπαιτῶν φθεγγόμενος ῥήματα. Ἠσχημόνει δὲ ἄρα καὶ Ἐλισσαῖος αὐτὸς ἀπὸ τῆς πενιχρᾶς ἑστιώμενος. Ἠσχημόνει δὲ καὶ Ἰωάννης οὐδὲ ἱμάτιον ἔχων, οὐδὲ ἄρτον ἕνα. Μία μόνον ἐστὶν ἀσχημοσύνη, τὸ πολλὰ κεκτῆσθαι, καὶ μεγάλη ὄντως ἀσχημοσύνη. Ὠμότητος γὰρ δόξαν λαμβάνει τις, μαλακίας, βλακείας καὶ τύφου, κενοδοξίας, θηριωδίας. Οὔκ ἐστι σχῆμα τὸ καλὰ φορεῖν ἱμάτια, ἀλλὰ σχῆμά ἐστι τὸ καλὰς περικεῖσθαι πράξεις. Καὶ ἀκούω πολλῶν ἐπὶ τούτῳ θαυμαζομένων. «Ὁ δεῖνα, φησίν, ἔχει τὸ σχῆμα αὑτοῦ· ἡ κλίνη ἐξεστρωμένη ἐστὶν καὶ σκεύη χαλκᾶ ἔχει πολλά· οἰκοδεσπότης ἄνθρωπός ἐστιν.» «Καὶ τί ἡμῖν ἐγκαλεῖς, φησίν, τοῖς ταῦτα κεκτημένοις, δέον τοῖς τὰ πλείονα ἔχουσιν ἐγκαλεῖν;» ∆ι' ὑμῶν πολλῷ μᾶλλον ἐκείνων κατηγορῶ· εἰ γὰρ οὐκ ἀφίημι αἰτίας τοὺς τὰ ὀλίγα ἔχοντας, πολλῷ μᾶλλον τοὺς τὰ πλείονα κεκτημένους. Σχῆμά ἐστιν οὐχὶ οἰκίας λαμπρότης, οὐδὲ ἐπιβλημάτων πολυτέλεια, οὐδὲ στιβὰς ἐξεστρωμένη, οὐδὲ κλίνη κεκαλλωπισμένη, οὐδὲ οἰκετῶν πλῆθος. Πάντα γὰρ ταῦτα ἡμῶν ἐκτὸς καὶ οὐδὲν πρὸς ἡμᾶς. Τὰ δὲ πρὸς ἡμᾶς ἐπιείκεια, ὑπεροψία χρημάτων, ὑπεροψία δόξης, τὸ καταγελᾶν τῆς παρὰ τῶν πολλῶν τιμῆς, τὸ μηδὲν ἡγεῖσθαι τὰ ἀνθρώπινα, τὸ τὴν πενίαν ἀσπάζεσθαι, τὸ τὴν φύσιν ὑπερβαίνειν τῇ τοῦ βίου ἀρετῇ· τοῦτο εὐσχημοσύνη, τοῦτο δόξα, τοῦτο τιμή. Τὸ δὲ αἴτιον πάντων τῶν κακῶν ἐξ ἀρχῆς τοῦτο γίνεται, καὶ πῶς, ἐγὼ λέγω. Τὸ παιδίον εὐθέως ἐτέχθη· πάντα μηχανᾶται ὁ πατὴρ οὐχ ὅπως αὐτοῦ τὸν βίον ῥυθμίσειεν, ἀλλ' ὅπως αὐτὸ καλλωπίσειεν καὶ χρυσίοις καὶ ἱματίοις περιβάλοι. Τί δή ποτε τοῦτο ποιεῖς, ἄνθρωπε; Ἔστω, αὐτὸς ταῦτα περίκεισαι· τί καὶ τὸ παιδίον, τὸ οὐδέπω τῆς μανίας ταύτης πεῖραν λαβόν, παιδεύεις ἐν τούτοις; Τίνος ἕνεκεν περιτιθεῖς κόσμον περὶ τὸν τράχηλον; Παιδαγωγοῦ χρεία ἀκριβοῦς, ὥστε ῥυθμίζειν τὸν παῖδα, χρυσίου δὲ οὐκέτι. Καὶ κόμην δὲ ὄπισθεν ἀφίεις εἰς κόρης σχῆμα εὐθέως ἐκθηλύνων τὸν παῖδα καὶ τὸ τῆς φύσεως στερρὸν μαλάσσων, ἐξ ἀρχῆς αὐτῷ χρημάτων ἔρωτα περιττὸν ἐντιθεὶς καὶ πείθων περὶ τὰ ἀνόνητα ἐπτοῆσθαι. Τί κατασκευάζεις αὐτῷ μείζονα τὴν ἐπιβουλήν; τί περὶ τὰ σωματικὰ ποιεῖς ἐπτοῆσθαι; «Ἀνήρ, φησίν, ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστιν.» Οὐ βούλεται ἡ φύσις· οὐκ ἐπέτρεψεν τοῦτο ὁ Θεός· τὸ πρᾶγμα κεκώλυται· ἑλληνικῆς ἐστι δεισιδαιμονίας ἔργον. Πολλοὶ δὲ καὶ τῶν ὤτων ἐξαρτῶσι χρυσία· εἴθε μηδὲ κόραι τούτων ἀπήλαυον, ὑμεῖς δὲ καὶ ἐπὶ τοὺς