1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

5

ἄρρενας ἄγετε τὴν λύμην. Τάχα πολλοὶ γελῶσιν ἐπὶ τοῖς λεγομένοις, ὡς μικρῶν ὄντων τούτων. Οὔκ ἐστι μικρά, ἀλλὰ καὶ σφόδρα μεγάλα. Κόρη ἐν τῷ θαλάμῳ τῷ μητρικῷ παιδευθεῖσα πρὸς κόσμον ἐπτοῆσθαι γυναικεῖον, ἐπειδὰν ἐξέλθῃ τὴν πατρῴαν οἰκίαν, δυσχερὴς ἔσται καὶ χαλεπὴ τῷ νυμφίῳ καὶ τῶν τοὺς φόρους ἀπαιτούντων φορτικωτέρα. Εἶπον καὶ ἤδη πρὸς ὑμᾶς ὅτι ἐκεῖθεν ἡ κακία δυσανάσπαστος γίνεται, ὅτι οὐδεὶς τῶν παίδων προνοεῖ, ὅτι οὐδεὶς περὶ παρθενίας αὐτοῖς διαλέγεται, οὐδεὶς περὶ σωφροσύνης, οὐδεὶς περὶ ὑπεροψίας χρημάτων καὶ δόξης, οὐδεὶς ταῦτα τὰ ἐν ταῖς γραφαῖς παρηγγελμένα. Ὅταν τοίνυν ἐκ πρώτης ἡλικίας διδασκάλων ἀπορήσωσιν οἱ παῖδες, τί ἔσονται; Εἰ γὰρ ἐκ κοιλίας τρεφόμενοί τινες καὶ ἕως γήρως παιδευόμενοι οὔπω κατορθοῦσιν, οἱ ἐκ προοιμίων τῆς ζωῆς αὐτῶν τούτοις συνεθιζόμενοι τοῖς ἀκούσμασιν τί οὐκ ἂν ἐργάσωνται δεινόν; Νῦν δὲ ὅπως μὲν τέχνας καὶ γράμματα καὶ λόγους τοὺς αὑτῶν παῖδας παιδεύσειεν, ἅπασαν ἕκαστος ποιεῖται σπουδήν, ὅπως δὲ τὴν ψυχὴν ἀσκηθείη, τούτου οὐκέτι οὐδεὶς λόγον ἔχει τινά. Οὐ παύομαι παρακαλῶν ὑμᾶς καὶ δεόμενος καὶ ἀντιβολῶν, ὥστε πρὸ τῶν ἄλλων ἁπάντων τέως ὑμῶν ῥυθμίζειν τοὺς παῖδας. Εἰ γὰρ φείδῃ τοῦ παιδός, δεῖξον ἀπὸ τούτου· ἄλλως δὲ καὶ μισθὸν ἔχεις. Ἄκουε γὰρ τοῦ Παύλου λέγοντος· «... ἐὰν ἐπιμείνωσι τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασμῷ μετὰ σωφροσύνης.» Καὶ εἰ σὺ μυρία σαυτῷ σύνοιδας κακά, ἀλλ' ὅμως ἐπινόησον παραμυθίαν τινὰ τοῖς σοῖς κακοῖς. Θρέψον ἀθλητὴν τῷ Χριστῷ. Οὐ τοῦτο λέγω ὅτι γάμου ἀπάγαγε καὶ εἰς τὰς ἐρημίας ἀπόστειλον καὶ τὸν τῶν μοναχῶν παρασκεύασον ἑλέσθαι βίον· οὐ τοῦτο λέγω. Βούλομαι μὲν τοῦτο καὶ πάντας ηὐχόμην καταδέξασθαι, ἀλλ' ἐπειδὴ φορτικὸν εἶναι δοκεῖ, οὐκ ἀναγκάζω. Θρέψον ἀθλητὴν τῷ Χριστῷ καὶ ἐν κόσμῳ ὄντα δίδαξον εὐλαβῆ ἐκ πρώτης ἡλικίας. Ἂν εἰς ἁπαλὴν οὖσαν ἔτι τὴν ψυχὴν ἐντυπωθῇ τὰ καλὰ διδάγματα, οὐδεὶς αὐτὰ ἐξελεῖν δυνήσεται, ὅταν σκληρὰ γένηται ὡς τύπος, ὥσπερ καὶ κηρός. Ἔχεις αὐτὸν ἔτι τρέμοντα καὶ φοβούμενον καὶ δεδοικότα καὶ ὄψιν καὶ ῥῆμα καὶ πᾶν ὁτιοῦν· κέχρησο τῇ ἀρχῇ εἰς δέον. Σὺ πρῶτος ἀπολαύεις τῶν ἀγαθῶν, ἐὰν υἱὸν ἔχῃς καλὸν καὶ τότε ὁ Θεός· σαυτῷ κάμνεις. Λέγονται οἱ μαργαρῖται, ὅταν εὐθέως ληφθῶσιν, ὕδωρ εἶναι. Ἂν μὲν οὖν ἔμπειρος ᾖ ὁ δεχόμενος, ἐπὶ τῆς χειρὸς θεὶς τὴν σταγόνα ἐκείνην καὶ τὴν χεῖρα διακινήσας δεχόμενος ὑπτία τῇ χειρὶ ἐπὶ τοῦ θέναρος καὶ περιστρέφων εἰς ἀκρίβειαν ἀποτορνεύει καὶ ποιεῖ σφόδρα στρογγύλον. Ἐπειδὰν δὲ τύχῃ τυπωθῆναι, οὐκέτι κύριός ἐστι διατυπῶσαι. Τὸ μὲν γὰρ ἁπαλὸν πρὸς πᾶν ἐπιτήδειόν ἐστι τὴν ἕξιν τὴν οἰκείαν οὐδέπω πεπηγυῖαν ἔχον· διόπερ εὐκόλως πρὸς πάντα ἕλκεται· τὸ δὲ σκληρὸν ὥσπερ ἀπολαβόν τινα διάθεσιν τὴν σκληρότητα οὐκ εὐκόλως αὐτῆς ἐξίσταται, οὐδὲ πρὸς ἑτέραν μετοικίζεται διάθεσιν. Ἕκαστος τοίνυν ὑμῶν τῶν πατέρων καὶ τῶν μητέρων, καθάπερ τοὺς ζωγράφους ὁρῶμεν τὰς εἰκόνας καὶ τὰ ἀγάλματα μετὰ πολλῆς τῆς ἀκριβείας ἐξασκοῦντας, οὕτω τῶν θαυμαστῶν τούτων ἀγαλμάτων ἐπιμελώμεθα. Προθέντες γὰρ οἱ ζωγράφοι τὸν πίνακα καθ' ἑκάστην ἡμέραν αὐτὸν ἐπιχρίουσι πρὸς τὸ δέον. Οἱ δὲ λιθοξόοι τῶν λίθων καὶ αὐτοὶ τὸ αὐτὸ πράττουσιν, τὸ μὲν περιττὸν περιαιροῦντες, τὸ δὲ ἐνδέον προστιθέντες. Οὕτω δὴ καὶ ὑμεῖς· καθάπερ ἀγαλμάτων τινῶν κατασκευασταί, πρὸς τοῦτο τὴν σχολὴν ἅπασαν ἔχετε τὰ θαυμαστὰ ἀγάλματα τῷ Θεῷ κατασκευάζοντες· καὶ τὸ μὲν περιττὸν ἐξαιρεῖτε, τὸ δὲ ἐνδέον προστίθετε· καὶ καθ' ἑκάστην αὐτὰ περισκοπεῖτε τὴν ἡμέραν, ποῖον ἀπὸ φύσεως ἔχει πλεονέκτημα, ὥστε αὐτὸ αὔξειν, ποῖον ἀπὸ φύσεως ἐλάττωμα, ὥστε αὐτὸ περιαιρεῖν. Καὶ μετὰ πολλῆς τῆς ἀκριβείας πρῶτον μὲν αὐτῶν ἐξορίζετε τὸν τῆς ἀκολασίας λόγον· οὗτος γὰρ μάλιστα ὁ ἔρως ἐνοχλεῖ ταῖς τῶν νέων ψυχαῖς. Μᾶλλον δὲ πρὶν ἢ εἰς τὴν πεῖραν ταύτης ἐλθεῖν