1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

6

δίδαξον αὐτὸν νήφειν, ἐγρηγορέναι, εἰς προσευχὰς ἀγρυπνεῖν, πάντα καὶ λέγοντα καὶ ποιοῦντα τὴν σφραγῖδα ἐπιτίθεσθαι. Νόμισον εἶναι βασιλεὺς πόλιν ἔχων ὑπήκοον τὴν τοῦ παιδὸς ψυχήν· πόλις γάρ ἐστιν ὄντως ἡ ψυχή. Καὶ καθάπερ ἐν τῇ πόλει οἱ μὲν κλέπτουσιν, οἱ δὲ δικαιοπραγοῦσιν, οἱ δὲ ἐργάζονται, οἱ δὲ ἁπλῶς ὡς ἔτυχεν ἅπαντα πράττουσιν, οὕτω δὴ καὶ ἐν τῇ ψυχῇ διάνοια καὶ λογισμοί· οἱ μὲν στρατεύονται κατὰ τῶν ἀδικούντων, οἷόν εἰσιν ἐν πόλει οἱ στρατιῶται· οἱ δὲ τοῦ παντὸς προνοοῦσιν, καὶ σώματος καὶ οἰκίας, οἷόν εἰσιν οἱ πολιτευόμενοι ἐν ταῖς πόλεσιν· οἱ δὲ ἐπιτάττουσιν, οἷόν εἰσιν οἱ ἄρχοντες· καὶ οἱ μὲν ἀσελγῆ διηγοῦνται, οἷόν εἰσιν οἱ ἀκόλαστοι· οἱ δὲ σεμνά, οἷόν εἰσιν οἱ σώφρονες· καὶ οἱ μέν εἰσιν ἐκτεθηλυσμένοι, οἷόν εἰσιν αἱ γυναῖκες παρ' ἡμῖν· οἱ δὲ ἀνοητότερον διαλέγονται, οἷόν οἱ παῖδες· καὶ οἱ μὲν ὡς δοῦλοι ἐπιτάττουσιν, ὅπερ εἰσὶν οἱ οἰκέται· οἱ δὲ εὐγενεῖς, ὅπερ εἰσὶν οἱ ἐλεύθεροι. ∆εῖ τοίνυν νόμων ἡμῖν, ὥστε τοὺς μὲν πονηροὺς ἐξορίζειν, τοὺς δὲ ἀγαθοὺς ἐγκρίνειν καὶ μὴ ἐᾶν κατεξανίστασθαι τῶν ἀγαθῶν τοὺς πονηρούς. Καθάπερ γὰρ ἐν πόλει ἂν νόμους τις θῇ πολλὴν τοῖς κλέπταις τὴν ἄδειαν διδόντας, τὸ πᾶν ἀνέτρεψεν· κἂν οἱ στρατιῶται μὴ εἰς δέον κέχρηνται τῷ θυμῷ, τὸ πᾶν ἐλυμήναντο· καὶ ἐὰν τὴν οἰκείαν τάξιν ἕκαστος καταλιπὼν τὴν ἑτέρου μεταδιώκῃ, τῇ πλεονεξίᾳ τὴν εὐταξίαν διέφθειρεν· οὕτω δὴ καὶ ἐνταῦθα. Πόλις τοίνυν ἐστὶν ἡ τοῦ παιδὸς ψυχή, πόλις ἄρτι κτισθεῖσα καὶ κατασκευασθεῖσα, πόλις ξένους ἔχουσα πολίτας, οὔπω οὐδενὸς ἐμπείρους. Τοὺς δὲ τοιούτους μάλιστα εὔκολον ῥυθμίζειν. Οἱ μὲν γὰρ κακῇ πολιτείᾳ συντραφέντες, οἷοί πέρ εἰσιν οἱ γέροντες, δυσκόλως ἂν μεταθοῖντο, οὐ μὴν ἀδυνάτως· ἔνεστι γὰρ κἀκείνους μεταστραφῆναι, ἐὰν θέλωσιν· οἱ δὲ παντὸς ἄπειροι εὐκόλως ἂν δέξοιντο τοὺς παρὰ σοῦ νόμους. Τίθει τοίνυν νόμους τῇ πόλει ταύτῃ καὶ τοῖς ἐν τῇ πόλει πολιτευομένοις φοβεροὺς καὶ σφοδροὺς καὶ τῶν παραβαινομένων γενοῦ προστάτης· οὐδὲν γὰρ ὠφελεῖ τιθέναι νόμους, ἂν μὴ καὶ ἡ ἐκδίκησις ἕποιτο. Τίθει τοίνυν νόμους καὶ πρόσεχε ἀκριβῶς· ὑπὲρ γὰρ τῆς οἰκουμένης ἡμῖν ἡ νομοθεσία καὶ πόλιν κτίζομεν σήμερον. Ἔστωσαν οὖν οἱ μὲν περίβολοι καὶ πύλαι <αἱ> τέσσαρες αἰσθήσεις· τὸ λοιπὸν ἅπαν σῶμα ὥσπερ τεῖχος ἔστω, πύλαι δὲ αὐτῷ οἱ ὀφθαλμοί, ἡ γλῶσσα, ἡ ἀκοή, ἡ ὄσφρησις, εἰ βούλει καὶ ἡ ἁφή· διὰ γὰρ τῶν πυλῶν τούτων καὶ εἰσίασι καὶ ἐξέρχονται οἱ τῆς πόλεως ταύτης πολῖται· τουτέστιν οἱ λογισμοὶ διὰ τῶν πυλῶν τούτων καὶ φθείρονται καὶ κατορθοῦνται. Φέρε οὖν πρῶτον ἐπὶ τὴν πύλην ἔλθωμεν τὴν ἀπὸ τῆς γλώσσης, ἐπειδὴ ἡ μάλιστα χρηματίζουσα αὕτη ἐστίν, καὶ πρὸ τῶν ἄλλων ἁπάντων κατασκευάσωμεν αὐτῇ τέως θύρας καὶ μοχλοὺς μὴ ἀπὸ ξύλων μηδὲ ἀπὸ σιδήρου, ἀλλ' ἀπὸ χρυσοῦ. Χρυσῆ γὰρ ὄντως ἐστὶν ἡ πόλις ἡ οὕτω κατασκευαζομένη. Οὐ γὰρ ἄνθρωπός τις, ἀλλ' αὐτὸς ὁ τῶν ὅλων βασιλεὺς ταύτην μέλλει τὴν πόλιν οἰκεῖν, ἐὰν κατασκευασθῇ. Καὶ τοῦ λόγου προϊόντος ὄψεσθε, ὅπου καὶ τὰ βασίλεια αὐτῷ τάττομεν. Κατασκευάσωμεν οὖν αὐτῇ θύρας καὶ μοχλοὺς ἀπὸ χρυσίου, τὰ λόγια τοῦ Θεοῦ, καθὼς ὁ προφήτης φησίν· «Τὰ λόγια τοῦ Θεοῦ ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου· ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν.» ∆ιδάσκωμεν ταῦτα διὰ παντὸς ἐν τοῖς χείλεσι στρέφεσθαι, καὶ ἐν τοῖς περιπάτοις, μὴ ἁπλῶς μηδὲ παρέργως μηδὲ σπανιάκις, ἀλλὰ διηνεκῶς. Οὐ λεπίδας χρυσοῦ μόνον ἐπικεῖσθαι δεῖ ταῖς θύραις, ἀλλ' ὅλας δι' ὅλου ἀπὸ χρυσοῦ κατεσκευάσθαι παχείας καὶ ναστάς, καὶ λίθους ἔχειν τιμίους ἀντὶ λίθων προσπεπηγότων ἔξωθεν. Μοχλὸς δὲ ἔστω τῶν θυρῶν τούτων ὁ τοῦ Κυρίου σταυρός, ὅλος δι' ὅλων ἀπὸ λίθων κατεσκευασμένος τιμίων καὶ διὰ μέσων βεβλημένος τῶν θυρῶν πλάγιος. Ὅταν δὲ τὰς θύρας οὕτω παχείας κατασκευάσωμεν καὶ χρυσᾶς καὶ τὸν