1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

8

Μανθανέτω τοίνυν τῷ Θεῷ ψάλλειν, ἵνα μὴ σχολάζῃ αἰσχραῖς ᾠδαῖς καὶ διηγήμασιν ἀκαίροις. Καὶ αὕτη μὲν ἡ πύλη οὕτως ἀσφαλιζέσθω καὶ οἱ πολῖται καταλεγέσθωσαν ἐκεῖνοι· τοὺς δὲ ἄλλους ἔνδον θανατῶμεν, καθάπερ αἱ μέλισσαι τοὺς κηφῆνας, μὴ ἐῶντες ἔξω προχωρεῖν μηδὲ βομβεῖν. Ἴωμεν δὴ καὶ ἐφ' ἑτέραν πύλην· ποίαν δὴ ταύτην; τὴν ἐγγὺς αὐτῆς κειμένην καὶ πολλὴν πρὸς αὐτὴν συγγένειαν ἔχουσαν, τὴν ἀκοὴν λέγω. Ἐκείνη μὲν γὰρ ἔσωθεν ἐξιόντας ἔχει τοὺς πολίτας, καὶ οὐδεὶς δι' ἐκείνης εἰσέρχεται, αὕτη δὲ ἔξωθεν εἰσιόντας, καὶ οὐδεὶς δι' αὐτῆς ἐξέρχεται. Πολλὴν τοίνυν ἔχει τὴν συγγένειαν αὕτη πρὸς ἐκείνην· ἂν γὰρ μηδένα τῶν φθόρων καὶ διεφθαρμένων συγχωρῇ τῶν οὐδῶν ἐπιβαίνειν τῶν αὑτῆς, οὐ πολλὴν παρέχει τῷ στόματι τὴν δυσκολίαν· ὁ γὰρ μὴ ἀκούων αἰσχρὰ μηδὲ πονηρὰ οὐδὲ φθέγγεται αἰσχρά· ὡς ἐὰν αὕτη ἀναπεπταμένη πᾶσιν ᾖ, ἐκείνῃ λυμανεῖται καὶ τοῖς ἔνδον πᾶσι ποιήσει θόρυβον. Καὶ τάχα περὶ ταύτης προτέρας ἐχρῆν ἅπαντα εἰπεῖν καὶ προτέραν ἀποφράξαι τὴν εἴσοδον. Μηδὲν οὖν ἄτοπον ἀκουέτωσαν οἱ παῖδες μήτε παρὰ οἰκετῶν μήτε παρὰ παιδαγωγοῦ μήτε παρὰ τροφέων. Ἀλλὰ καθάπερ τὰ φυτὰ τότε μάλιστα πολλῆς χρείαν ἔχει τῆς ἐπιμελείας, ὅταν ἁπαλὰ ᾖ, οὕτω καὶ οἱ παῖδες· ὥστε τροφέων προνοῶμεν ἀγαθῶν, ἵνα αὐτοῖς ἐκ κρηπῖδος καλὸς θεμέλιος βάλληται καὶ μηδὲν ὅλως ἐξ ἀρχῆς παραδέχωνται πονηρόν. Μὴ τοίνυν, μηδὲ μύθους ἀκουέτωσαν ληρώδεις καὶ γραώδεις. «Ὁ δεῖνα, φησί, τὸν δεῖνα ἐφίλησεν.» «Ὁ τοῦ βασιλέως υἱὸς καὶ ἡ μικροτέρα θυγάτηρ τόδε ἐποίησαν.» Μηδὲν τούτων ἀκουέτωσαν· ἀλλ' ἀκουέτωσαν ἕτερα χωρὶς πάσης περιόδου μετὰ πολλῆς τῆς ἁπλότητος. ∆υνατὸν γὰρ καὶ παρὰ παίδων καὶ παρὰ ἀκολούθων· μὴ πάντων· μηδὲ γὰρ πᾶσιν ἐξέστω τοῖς οἰκέταις ἀναμίγνυσθαι, ἀλλ' ἔστωσαν φανεροί, ὥσπερ ἀγάλματι προσιόντες φανεροί, οἱ συναντιλαμβανόμενοι τῆς τέχνης ἡμῖν. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ μὲν οἰκοδόμοι ἦμεν καὶ ἄρχοντι οἰκίαν ἐκτίζομεν, μὴ πάντας ἁπλῶς τοὺς οἰκέτας ἡμῖν ἐᾶν προσιέναι τῇ οἰκοδομίᾳ, νῦν δὲ τῷ βασιλεῖ τῷ ἐπουρανίῳ πόλιν κτίζοντες καὶ πολίτας πᾶσιν ἐπιτρέπειν τὸ ἔργον; Ἀλλ' ὅσοι τῶν οἰκετῶν χρήσιμοι συναντιλαβέσθαι· εἰ δὲ μηδείς ἐστιν, ἐλεύθερον μισθῷ ζήτησον, ἄνδρα ἐνάρετον, κἀκείνῳ μάλιστα τὸ πᾶν ἐπίτρεψον, ὥστε συναντιλαβέσθαι τοῦ ἔργου. Μὴ τοίνυν ἀκουέτωσαν μύθους τοιούτους. Ἀλλ' ὅταν τῶν πόνων ἀνιῆται τῶν ἀπὸ τῶν μαθημάτων-φιλεῖ γὰρ ἡ ψυχὴ τοῖς παλαιοῖς ἐνδιατρίβειν διηγήμασιν-, λέγε πρὸς αὐτόν, πάσης αὐτὸν παιδιᾶς ἀπάγων· φιλόσοφον γὰρ τρέφεις καὶ ἀθλητὴν καὶ πολίτην τῶν οὐρανῶν· λέγε τοίνυν πρὸς αὐτὸν καὶ διηγοῦ ὅτι «Ἦσαν παρὰ τὴν ἀρχὴν δύο τινὲς παῖδες πατρὸς ἑνός, ἀδελφοὶ δύο.» Εἶτα διαστήσας ἐπάγαγε· «Καὶ τῆς αὐτῆς ἐξελθόντες γαστρός. Καὶ ὁ μὲν ἦν πρεσβύτερος, ὁ δὲ νεώτερος. Καὶ ὁ μὲν ἦν γεωργός, ὁ πρεσβυτέρος, ὁ δὲ ποιμήν, ὁ νεώτερος. Κἀκεῖνος μὲν ἐξῆγε τὰ ποίμνια ἐπὶ νάπας καὶ λίμνας.» Καὶ καταγλύκαινε τὰ διηγήματα, ὥστε τινὰ εἶναι τῷ παιδὶ καὶ τερπνότητα καὶ μὴ ἀποκάμνειν αὐτῷ τὴν ψυχήν. «Ὁ δὲ ἔσπειρεν καὶ ἐφύτευεν. Ἔδοξεν δή ποτε τούτοις τιμῆσαι τὸν Θεόν. Καὶ ὁ μὲν ποιμὴν τὰ πρωτεῖα τῶν ποιμνίων λαβὼν προσήνεγκε τῷ Θεῷ.» Οὐ πολλῷ μᾶλλον ἀντὶ τῶν χρυσομάλλων προβάτων καὶ τῆς τερατείας ἐκείνης ταῦτα διηγεῖσθαι καλόν; Εἶτα αὐτὸν καὶ διανάστησον-ἔχει γάρ τι καὶ ἡ διήγησις-μηδὲν ψευδὲς ἐπιφέρων, ἀλλὰ τὰ ἀπὸ τῆς Γραφῆς. «Ἐπειδὴ γὰρ προσήνεγκεν τῷ Θεῷ τὰ πρωτεῖα, εὐθέως κατηνέχθη πῦρ ἀπὸ τοῦ οὐρανοῦ καὶ πάντα ἀνήρπασεν εἰς τὸ ἄνω θυσιαστήριον. Ὁ μέντοι πρεσβύτερος οὐχ οὕτως ἐποίησεν, ἀλλ' ἀπέρχεται καὶ ἀπὸ τῶν πόνων αὑτοῦ τὰ πρωτεῖα ἑαυτῷ ταμιευσάμενος προσήνεγκε τῷ Θεῷ τὰ δευτερεῖα. Καὶ οὐδὲ προσέσχεν αὐτοῖς ὁ Θεός, ἀλλ' ἀπεστράφη καὶ ἀφῆκεν αὐτὰ μένειν ἐπὶ τῆς γῆς· ἐκεῖνα