1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

10

δύο ἀδελφοί, πρεσβύτερος πάλιν καὶ νεώτερος. Καὶ ὁ μὲν θηρατικὸς ἦν, ὁ πρεσβύτερος, ὁ δὲ οἰκουρός, ὁ νεώτερος.» Ἔχει δέ τινα τοῦτο καὶ πλείονα τοῦ προτέρου ἡδονήν, ὅσῳ καὶ πολλὴν τὴν περιπέτειαν καὶ μείζους ἦσαν τὴν ἡλικίαν. «Οὗτοι δὴ οἱ δύο ἀδελφοὶ ἦσαν καὶ δίδυμοι. Ἀλλ' ἐπειδὴ ἐτέχθησαν, τὸν μὲν μικρότερον ἡ μήτηρ ἐφίλει, τὸν μείζονα δὲ ὁ πατήρ. Κἀκεῖνος μὲν ἔξω τὰ πολλὰ διῆγεν ἐν τοῖς ἀγροῖς, οὗτος δέ, ὁ νεώτερος, ἐπὶ τῆς οἰκίας. Καί ποτε, φησίν, ὁ πατὴρ αὐτοῦ γηράσας λέγει ἐκείνῳ ὃν ἐφίλει· «Ἐπειδή, τέκνον, ἐγήρασα, ἄπελθε καὶ ἑτοίμασόν μοι θήραν·» τουτέστιν συλλαβοῦ δορκάδα ἢ λαγωὸν καὶ φέρε καὶ ἕψησον, «ἵνα φαγὼν εὐλογήσω σε». Τῷ δὲ μικροτέρῳ τοιοῦτον οὐκ εἶπεν οὐδέν. Ἀκούσασα ἡ μήτηρ τοῦ πατρὸς ταῦτα λέγοντος, καλέσασα τὸν νεώτερόν φησιν πρὸς αὐτόν· «Τέκνον, ἐπειδὴ ὁ πατήρ σου τῷ ἀδελφῷ σου ἐπέταξεν, κομίσαι αὐτῷ θήραν, ἵνα φαγὼν εὐλογήσῃ αὐτόν, ἄκουσόν μου· καὶ δὴ βάδιζε ἐπὶ τὸ ποίμνιον καὶ λαβὼν ἐρίφους ἁπαλοὺς καὶ καλοὺς ἔνεγκέ μοι καὶ ἐγὼ ποιήσω ὡς φιλεῖ ὁ πατήρ σου καὶ εἰσοίσεις αὐτῷ, ἵνα φαγὼν εὐλογήσῃ σε.» Ὁ δὲ πατὴρ ἠμβλυώπει ἐκ τοῦ γήρως. Ἐπεὶ οὖν ἤνεγκεν ὁ νεώτερος τοὺς ἐρίφους, ἥψησεν ἡ μήτηρ καὶ βαλοῦσα εἰς πίνακα τὰ ἐδέσματα ἔδωκεν τῷ παιδὶ καὶ εἰσήνεγκεν. Περιέβαλε δὲ αὐτὸν καὶ δέρματα αἰγῶν, ἵνα μὴ φωραθῇ, ἐπειδὴ οὗτος λεῖος ἦν, ὁ δὲ ἀδελφὸς αὐτοῦ δασύς, ἵνα δυνηθῇ λαθεῖν καὶ μὴ αἴσθηται ὁ πατήρ· καὶ οὕτως αὐτὸν ἔπεμψεν. Ὁ δὲ πατὴρ νομίσας ὅτι ἀληθῶς ὁ πρεσβύτερός ἐστιν, φαγὼν εὐλόγησεν αὐτόν. Εἶτα μετὰ τὸ πληρωθῆναι τὴν εὐλογίαν ἔρχεται ὁ πρεσβύτερος φέρων τὴν θήραν καὶ ἰδὼν τὸ γενόμενον ἀναβοήσας ἔκλαυσεν.» Ὅρα πόσα ἀπὸ τούτου τίκτεται καλά· καὶ μὴ ἐπεξέλθῃς τῷ παντὶ διηγήματι· ὅρα γὰρ πόσα ἀπὸ τούτου τίκτεται. Πρῶτον ἐν αἰδοῖ καὶ τιμῇ τοὺς πατέρας ἔχουσιν οἱ παῖδες ὁρῶντες οὕτως περιμάχητον οὖσαν τὴν τῶν πατέρων εὐλογίαν καὶ αἱρήσονται μυρίας λαβεῖν πληγὰς ἢ κατάρας ἀκοῦσαι παρὰ τῶν γονέων. Εἰ γὰρ μῦθός τινος οὕτως αὐτῶν κατέχει τὴν ψυχὴν ὥστε νομίζεσθαι ἀξιόπιστος εἶναι, τὰ ὄντως ἀληθῆ πῶς οὐκ ἂν κατάσχῃ καὶ πολλοῦ φόβου ἐμπλήσῃ; Ὅτι χρὴ γαστρὸς καταφρονεῖν· δεῖ γὰρ κἀκεῖνο λέγειν τὸ διήγημα ὅτι οὐδὲν ἀπὸ τοῦ πρωτότοκον εἶναι καὶ πρεσβύτερον ἐκέρδανεν· διὰ γὰρ τὴν τῆς γαστρὸς ἀκρασίαν προέδωκε τὸ προτέρημα τῆς πρωτοτοκίας. Εἶτα ἐπειδὰν τοῦτο κατάσχῃ ἀκριβῶς, ἐν ἑτέρᾳ πάλιν ἑσπέρᾳ ἐρεῖς πρὸς αὐτόν· «Εἰπέ μοι τὸ διήγημα τῶν ἀδελφῶν ἐκείνων τῶν δύο.» Κἂν ἄρξηται λέγειν τὸ τοῦ Κάϊν καὶ Ἄβελ, ἄπαγε αὐτὸν καὶ εἰπέ· «Οὐ τοῦτο ζητῶ, ἀλλ' ἐκεῖνο τῶν ἄλλων δύο, ἔνθα εὐλόγησεν ὁ πατήρ.» Καὶ τὰ τεκμήρια λέγε· μηδέπω γὰρ τίθει τὰ ὀνόματα. Ἐπειδὰν δὲ διηγήσηται τὸ πᾶν, προσύφαινε τὰ ἑξῆς καὶ λέγε· «Ἄκουσον οὖν τί μετὰ ταῦτα ἐγένετο. Ἐζήτει πάλιν οὗτος ἀποκτεῖναι τὸν ἀδελφόν, ὡς ἐκεῖνος ὁ πρότερος, καὶ περιέμενε τοῦ πατρὸς τὴν τελευτήν. Ἀκούσασα ἡ μήτηρ καὶ φοβηθεῖσα ἐφυγάδευσε τὸ παιδίον.» Εἶτα ἡ πολλὴ φιλοσοφία τοῦ παιδίου τὴν διάνοιαν ὑπερβαίνουσα, δυναμένη μέντοι μετὰ συγκαταβάσεως καὶ εἰς τὸ τῆς παιδικῆς διανοίας ἁπαλὸν καταφυτευθῆναι, ἂν μεταχειρισώμεθα τὴν διήγησιν. Οὕτω δὴ οὖν ἐροῦμεν πρὸς αὐτόν· «Οὗτος ὁ ἀδελφὸς ἀπήρχετο καὶ ἦλθεν ἐπί τινα τόπον οὐδένα ἔχων μεθ' ἑαυτοῦ, οὐ δοῦλον, οὐ τροφέα, οὐ παιδαγωγόν, οὐκ ἄλλον οὐδένα. Ἐλθὼν ἐπί τινα τόπον ηὔξατο καὶ εἶπεν· «Κύριε, δός μοι ἄρτον καὶ ἱμάτιον καὶ διάσωσόν με.» Εἶτα καὶ ταῦτα εἰπὼν ἀπὸ τῆς λύπης ἐκοιμήθη. Καὶ εἶδεν ἐν ὕπνοις κλίμακα ἀπὸ γῆς ἕως τοῦ οὐρανοῦ καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας καὶ αὐτὸν τὸν Θεὸν ἄνω ἑστῶτα ἐπὶ κεφαλῆς καὶ εἶπεν· «Εὐλόγησόν με.» Καὶ εὐλόγησε καὶ ἐκάλεσεν αὐτὸν Ἰσραήλ.» Εὐκαίρως δὲ ἀνεμνήσθην καί με νῦν ὑπῆλθεν ἀπὸ τοῦ ὀνόματος καὶ ἕτερόν τι νόημα. Ποῖον δὴ τοῦτο; εὐθέως αὐτοῖς ἀπὸ τῆς προσηγορίας παρέχωμεν ἀρετῆς ζῆλον.