1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

11

Μηδεὶς τοίνυν εἰς τὰ τῶν προγόνων σπευδέτω καλεῖν ὀνόματα τὰ παιδία, τοῦ πατρὸς καὶ τῆς μητρὸς καὶ τοῦ πάππου καὶ τοῦ ἐπιπάππου, ἀλλ' εἰς τὰ τῶν δικαίων, τῶν μαρτύρων, τῶν ἐπισκόπων, τῶν ἀποστόλων. Ἔστω αὐτοῖς καὶ τοῦτο ζῆλος· ὁ μὲν Πέτρος καλείσθω, ὁ δὲ Ἰωάννης, ὁ δὲ ἑτέραν τινὰ προσηγορίαν ἑνὸς τῶν ἁγίων. Καὶ μή μοι τὰ ἔθη τὰ ἑλληνικά. Οὐ μικρὰ γὰρ αἰσχύνη καὶ κατάγελως, ὅταν ἐν οἰκίᾳ χριστιανῶν ἔθη τινὰ ἑλληνικὰ ἐπιτελῆται καὶ λύχνους ἀνάπτωσι καὶ ἀναμένωσιν ἐπιτηροῦντες τὸν σβεσθέντα πρῶτον καὶ καυθέντα, καὶ ἕτερά τινα τοιαῦτα ἅπερ οὐ τὸν τυχόντα ὄλεθρον ἐπάγει τοῖς τοιαῦτα ποιοῦσιν. Μὴ γὰρ δὴ νομίσητε μικρὰ εἶναί τινα καὶ εὐτελῆ τὰ γινόμενα. Τοῦτο οὖν καὶ ὑμᾶς παρακαλῶ, ταῖς τῶν δικαίων προσηγορίαις ἐπονομάζειν τὰ ὑμέτερα παιδία. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν εἰκότως ταῦτα ἐγίνετο καὶ ταῖς προσηγορίαις τῶν προγόνων τοὺς παῖδας ὠνόμαζον· παραμυθία γὰρ τοῦ θανάτου ἦν, ἵνα ὁ ἀπελθὼν δοκῇ ζῆν διὰ τῆς ἐπωνυμίας· νῦν δὲ μηκέτι. Ὁρῶμεν γοῦν τοὺς δικαίους οὐχ οὕτω καλοῦντας τοὺς ἑαυτῶν παῖδας· ὁ γὰρ Ἀβραὰμ τὸν Ἰσαὰκ ἐγέννησεν· ὁ Ἰακώβ, ὁ Μωϋσῆς οὐκ ἀπὸ προγόνων ἐκλήθησαν, οὐδέ τινα τῶν δικαίων εὑρήσομεν οὕτω καλούμενον. Πόσης τοῦτο ὑπόδειγμά ἐστιν ἀρετῆς καὶ παράκλησις καὶ ἡ προσηγορία; Ἐπεὶ οὐδὲ ἄλλην εὑρήσομεν τὴν αἰτίαν τῆς μετονομασίας ἢ ταύτην, τὸ ὑπόμνησιν εἶναι ἀρετῆς. «Σὺ γάρ, φησίν, κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος.» ∆ιὰ τί; Ἐπειδὴ ὡμολόγησας. «Καὶ σὺ κληθήσῃ Ἀβραάμ.» ∆ιὰ τί; «Ἐπειδὴ ἔσῃ πατὴρ ἐθνῶν.» Καὶ Ἰσραήλ, ἐπειδὴ εἶδεν τὸν Θεόν. Ἐντεῦθεν οὖν καὶ ἡμεῖς τῆς περὶ τοὺς παῖδας ἐπιμελείας ἀρξώμεθα καὶ ῥυθμίζωμεν αὐτούς. Ἀλλ' ὅπερ ἔφην, «Εἶδεν κλίμακα τεταμένην εἰς τὸν οὐρανὸν καὶ φθάνουσαν ἐκεῖ.» Ἐπεισερχέσθω τοίνυν τὸ ὄνομα τῶν ἁγίων εἰς τὰς οἰκίας διὰ τῆς προσηγορίας τῶν παίδων, ἵνα μὴ τὸν παῖδα ῥυθμίζῃ μόνον, ἀλλὰ καὶ τὸν πατέρα, ὅταν ἐννοῇ ὅτι Ἰωάννου ἐστὶ πατήρ, ὅτι Ἠλία, ὅτι Ἰακώβου. Ἂν γὰρ μετ' εὐλαβείας τιθῆται καὶ τῆς εἰς τοὺς ἀπελθόντας τιμῆς καὶ τὴν συγγένειαν ἁρπάζωμεν τῶν δικαίων μᾶλλον ἢ τῶν προγόνων, πολὺ καὶ τοῦτο ὠφελήσει καὶ ἡμᾶς καὶ τοὺς παῖδας. Μὴ γάρ, ἐπειδὴ μικρόν ἐστι, νομίσῃς μικρὸν εἶναι· ὠφελείας γάρ ἐστιν ὑπόθεσις. Ἀλλ' ὅπερ ἔφην, ἐπανέλθωμεν πάλιν ἐπὶ τὴν ἀκολουθίαν. «Εἶδεν κλίμακα ἐστηριγμένην· ἐπεζήτησεν εὐλογηθῆναι· εὐλόγησεν αὐτὸν ὁ Θεός· ἀπῆλθε πρὸς τοὺς συγγενεῖς τοὺς αὑτοῦ· ἐποίμαινεν.» Τὰ περὶ τῆς νύμφης λοιπὸν διαλέγου καὶ τῆς ἐπανόδου καὶ πολλὰ κερδανεῖ κἀντεῦθεν. Ὅρα γὰρ πόσα μαθήσεται· εἰς Θεὸν ἐλπίζειν παιδευθήσεται, ἀπὸ εὐγενοῦς ὢν καταφρονεῖν μηδενός, μὴ ἐπαισχύνεσθαι τὴν εὐτέλειαν, φέρειν συμφορὰς γενναίως, τἆλλα δὴ πάντα. Μετὰ δὴ ταῦτα λέγε αὐξηθέντι καὶ φοβερώτερα διηγήματα. Ἁπαλῇ μὲν γὰρ οὔσῃ τῇ διανοίᾳ μὴ τοσοῦτον ἐπιτίθει βάρος, ἵνα μὴ καταπλήξῃς. Ὅταν δὲ ἐτῶν πεντεκαίδεκα ἢ καὶ πλειόνων γένηται, ἀκουέτω τὰ περὶ τῆς γεέννης· μᾶλλον δέ, ὅταν <ἐ>τῶν δέκα καὶ ὀκτὼ καὶ ἐλαττόνων, ἀκουέτω τὰ περὶ τοῦ κατακλυσμοῦ, τὰ περὶ τῶν Σοδόμων, τὰ κατ' Αἴγυπτον, πάντα ὅσα κολάσεως γέμει, μετὰ πολλῆς τῆς πλατύτητος. Ἐπὶ πλέον δὲ αὐξηθεὶς ἀκουέτω καὶ τὰ τῆς καινῆς, τὰ τῆς χάριτος, τὰ τῆς γεέννης. Τούτοις περίφραττε αὐτοῦ τὴν ἀκοὴν τοῖς διηγήμασι καὶ μυρίοις ἑτέροις καὶ οἴκοθεν παρεχόμενος τὰ παραδείγματα. Εἰ δέ τις νόθα τινὰ διηγεῖτο, μηδαμοῦ ἐῶμεν, ὅπερ ἔφην, τινὰ αὐτῷ προσελθεῖν. Ἂν ἴδῃς ἐνώπιον αὐτοῦ δοῦλον αἰσχρολογοῦντα, κόλασον εὐθέως καὶ γενοῦ σφοδρὸς καὶ πικρὸς ἐξεταστὴς τῶν ἡμαρτημένων. Ἂν ἴδῃς κόρην, μάλλον δὲ μηδὲ προσίτω κόρη μηδὲ ὑπεκκαιέσθω τὸ πῦρ, πλὴν εἴ που γραῦς καὶ οὐδὲν ἔχουσα ἱκανὸν νέον ἑλεῖν· νέας δὲ μᾶλλον ἀπεχέσθω ἢ πυρός. Οὕτω μὲν οὖν οὐδὲν φθέγξεται ἄτοπον, ἂν μηδὲν ἀκούσῃ ἄτοπον, ἀλλὰ τούτοις ἐντρέφηται. Βούλει καὶ ἐφ'