1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

14

τούτων τῶν ὑψηλοτέρων καιρὸς διηγημάτων. Ὥστε οὗτος αὐτῷ εἷς νόμος ἔστω, μηδέποτε ἑαυτῷ ἀμύνειν ὑβριζομένῳ ἢ κακῶς πάσχοντι καὶ μηδέποτε ἕτερον περιορᾶν τοῦτο ὑπομένοντα. Ἔσται δὲ καὶ ὁ πατὴρ πολλῷ βελτίων ἐν τῷ ταῦτα διδάσκειν καὶ ἑαυτὸν ῥυθμίζων· εἰ γὰρ καὶ μὴ δι' ἕτερόν τι, ἀλλ' ὥστε μὴ τὸ παράδειγμα διαφθεῖραι πολλῷ βελτίων ἔσται ἑαυτοῦ. Ὥστε διδασκέσθω καταφρονεῖσθαι, διαπτύεσθαι. Μηδένα ἀπαιτείτω παρὰ οἰκετῶν οἷα ἐλεύθερος, ἀλλὰ τὰ πλείω ἑαυτῷ διακονείτω. Ἐκεῖνα δὲ μόνον οἱ παῖδες ὑπηρετήτωσαν, ὅσα οὐχ οἷόν τε αὐτὸν ἑαυτῷ διακονήσασθαι· οἷον μαγειρεύειν οὐ δυνατὸν ἐλεύθερον· οὐ γὰρ χρὴ τῶν πόνων ἀφέμενον τῶν ἐλευθέρῳ προσηκόντων τούτοις ἑαυτὸν διδόναι. Ἂν μέντοι δέῃ τοὺς πόδας τοὺς ἑαυτοῦ περιπλύνειν, μηδέποτε τοῦτο ποιείτω δοῦλος, ἀλλ' αὐτὸς ἑαυτῷ· καὶ προσηνῆ τοῖς οἰκέταις ἐργάσῃ τὸν ἐλεύθερον καὶ πολὺ ποθεινόν. Μηδὲ ἱμάτιόν τις ἐπιδιδότω· μηδὲ ἐν βαλανείῳ περιμενέτω τὴν παρ' ἑτέρου θεραπείαν, ἀλλὰ παρ' ἑαυτοῦ πάντα ποιείτω· τοῦτο καὶ εὔρωστον αὐτὸν καὶ ἄτυφον καὶ προσηνῆ ἐργάσεται. ∆ίδασκε αὐτὸν καὶ τὰ περὶ τῆς φύσεως, καὶ τί μὲν δοῦλος, τί δὲ ἐλεύθερος. Λέγε αὐτῷ· «Παιδίον, οὐκ ἦσαν δοῦλοι τὸ παλαιὸν ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων, ἀλλ' ἡ ἁμαρτία τὴν δουλείαν εἰσήγαγεν. Ἐπειδὴ γάρ τις εἰς τὸν πατέρα ἐγένετο ὑβριστής, ταύτην ἔτισε τὴν δίκην, ὥστε δοῦλος γενέσθαι τῶν ἀδελφῶν. Ὅρα τοίνυν μὴ τῶν δούλων ᾖς δοῦλος. Ἂν γὰρ ὀργίζῃ καθάπερ ἐκεῖνοι καὶ πάντα πράττῃς τὰ αὐτὰ καὶ μηδὲν αὐτῶν πλέον ἔχῃς κατὰ τὴν ἀρετήν, οὐδὲ κατὰ τὴν ἀξίαν ἕξεις. Σπούδαζε τοίνυν κύριος αὐτῶν εἶναι καὶ γίγνεσθαι μὴ τούτῳ, ἀλλὰ τοῖς τρόποις, μήποτε αὐτὸς ἐλεύθερος ὢν δοῦλος τούτων εὑρεθῇς. Ἢ οὐχ ὁρᾷς πόσοι πατέρες παῖδας μὲν ἀπεκήρυξαν, δούλους δὲ εἰς τὴν ἐκείνων τάξιν εἰσήγαγον; Σκόπει τοίνυν ὅπως μηδὲν τοιοῦτον γένηται· ἐγὼ μὲν γὰρ οὔτε βούλομαι οὔτε εὔχομαι, σὺ δὲ ἀμφοτέρων τούτων κύριος.» Οὕτω καταπράϋνε τὸν θυμόν, ὡς ἀδελφοῖς κελεύων αὐτὸν κεχρῆσθαι τοῖς οἰκέταις καὶ διδάσκων τὰ περὶ τῆς φύσεως, τὰ τοῦ Ἰὼβ ῥήματα λέγων πρὸς αὐτόν· «Εἰ δὲ καὶ ἐφαύλισα, φησίν, κρῖμα θεράποντός μου ἢ θεραπαίνης κρινομένων αὐτῶν πρός με· τί γὰρ ποιήσω, ἐὰν ἔτασίν μου ποιήσῃ Κύριος; ἐὰν δὲ καὶ ἐπισκοπήν, τίνα ἀπόκρισιν ποιήσομαι; Πότερον, οὐχ ὡς ἐγὼ ἐγενόμην ἐν γαστρὶ καὶ ἐκεῖνοι γεγόνασιν; γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ.» Καὶ πάλιν· «Εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναι μου· «Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι; λίαν μου χρηστοῦ ὄντος.»» Ἢ ἁπλῶς σοι δοκεῖ ὁ Παῦλος τὸν οἰκίας οὐκ εἰδότα προεστάναι οὐδὲ ἐπὶ τῆς ἐκκλησίας ἄγειν προστασίαν; Λέγε τοίνυν· «Ἂν ἴδῃς ἢ γραφίδα ἀπολωλυῖαν ἢ κάλαμον διακλασθέντα ὑπὸ τοῦ οἰκέτου, μὴ ὀργίζου μηδὲ ὑβρίσῃς, ἀλλ' ἔσο συγγνωμονικός, ἔσο εὐπαραίτητος»· οὕτως ἀπὸ τῶν μικρῶν καὶ τὰς μεγάλας οἴσῃ ζημίας· ἢ ἱμάντα περὶ τὴν πινακίδα ἀπολωλυῖαν ἢ ἅλυσιν χαλκῆν. Χαλεποὶ γὰρ ἐν ταῖς τῶν τοιούτων ἀπωλείαις οἱ παῖδες καὶ μᾶλλον ἂν τὴν ψυχὴν πρόοιντο ἢ τὸν περὶ ταῦτα γενόμενον κακὸν ἀτιμώρητον ἀφεῖεν ἄν. Ἐκεῖ τοίνυν τὸ τραχὺ μαλασσέσθω τοῦ θυμοῦ. Εὖ γὰρ ἴσθι ὅτι ὁ περὶ ταῦτα ἀργὸς καὶ ἐπιεικὴς καὶ ἀνὴρ γενόμενος εὐκόλως οἴσει ζημίαν ἅπασαν. Ὅταν τοίνυν πινακίδα ἔχων ἐκ ξύλου μὲν καλοῦ πεποιημένην, καθαρὰν δὲ πάνυ καὶ ῥύπου ἀπηλλαγμένην, εἶτα ἐν ἐκείνῃ ἁλύσεις χαλκαῖ καὶ γραφίδες οὐδὲν ἀργύρου ἀποδέουσαι καὶ ἕτερα τοιαῦτα παιδικά, καὶ ἀπολέσῃ ἢ διαφθείρῃ ὁ ἀκόλουθος, εἶτα ἐκεῖνος μὴ ὀργισθῇ, μεγίστης φιλοσοφίας ἤδη τεκμήρια ἐπεδείξατο. Καὶ μὴ εὐθέως ὠνήσῃ, ὥστε μὴ σβέσαι τὸ πάθος· ἀλλ' ὅταν ἴδῃς οὐκέτι δεόμενον οὐδὲ πάσχοντά τι, τότε θεράπευσον τὸ τραχυνθέν. Οὐκ ἔστι ταῦτα περὶ μικρῶν· περὶ πολιτείας ἡμῖν τῆς οἰκουμένης ἐστὶν ὁ λόγος. Παίδευε αὐτὸν καὶ προτιμᾶσθαι, ἂν ἀδελφὸν ἔχῃ νεώτερον·