1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

15

εἰ δὲ μὴ τοῦτο, καὶ τὸν οἰκέτην· καὶ γὰρ καὶ τοῦτο τῆς μεγίστης φιλοσοφίας. Τὸν μὲν οὖν θυμὸν οὕτω μάλαττε ὥστε ἡμῖν ἐπιεικεῖς τίκτειν τοὺς λογισμούς· ὅταν γὰρ μηδενὶ προσπάσχῃ, ὅταν ζημίαν φέρῃ, ὅταν μὴ δέηται θεραπείας, ὅταν τιμωμένου ἑτέρου μὴ ἀγανακτῇ, πόθεν ὀργιεῖται λοιπόν; Ὥρα δὴ λοιπὸν ἐπὶ τὴν ἐπιθυμίαν ἰέναι. Ἐκεῖ καὶ διπλῆ ἡ σωφροσύνη καὶ διπλῆ ἡ βλάβη, οἶμαι, ὥστε μήτε αὐτὸν καταπορνεύεσθαι μήτε πορνεύειν εἰς κόρας. Λέγουσι δὲ ἰατρῶν παῖδες ταύτην τὴν ἐπιθυμίαν μετὰ πεντεκαιδέκατον ἔτος σφόδρα ἐπιτίθεσθαι. Πῶς οὖν τὸ θηρίον τοῦτο καταδήσομεν; τί ἐργασόμεθα; ποῖον ἐμβαλοῦμεν αὐτῷ χαλινόν; Οὐκ οἶδα ἕτερον εἰ μὴ τὸν τῆς γεέννης. Πρῶτον μὲν οὖν αὐτὸν θεαμάτων αἰσχρῶν καὶ ἀκουσμάτων ἀπάγωμεν, καὶ μηδέποτε εἰς θέατρον ἀναβαινέτω παῖς ἐλεύθερος. Ἐὰν δὲ ἐπιζητῇ τὴν ἐκεῖ τέρψιν, εἴ τινας εὕροιμεν ὁμήλικας τούτου κατέχοντας ἐπιδεικνύωμεν, ὥστε τῷ ζήλῳ κατέχεσθαι· οὐδὲν γὰρ οὕτως κατορθοῖ ὡς ζηλοτυπία, οὐδὲν οὕτως· καὶ ἐν πᾶσιν τοῦτο πράττωμεν, μάλιστα ἂν ζηλότυπος ᾖ· τοῦτο καὶ φόβου καὶ ὑποσχέσεων καὶ πάντων μᾶλλον μείζονα ἔχει τὴν ἰσχύν. Ἔπειτα ἑτέρας ἐπινοῶμεν αὐτῷ τέρψεις ἀβλαβεῖς. Πρὸς ἄνδρας ἁγίους ἀπάγωμεν, ἄνεσιν παρέχωμεν. Τιμῶμεν αὐτὸν πολλοῖς τοῖς δώροις, ὥστε ἀνέχεσθαι τὴν ψυχὴν φέρειν τὴν ἐκεῖθεν ἀτιμίαν. Καὶ ἀντὶ τῶν θεαμάτων ἐκείνων τερπνὰ διηγήματα εἴσαγε, λειμῶνας καὶ λαμπρὰ οἰκοδομήματα. Καὶ μετὰ ταῦτα καταβάλλωμεν ἐκεῖνα τῷ λόγῳ λέγοντες πρὸς αὐτὸν ὅτι «Ὦ τέκνον, ἀνελευθέρων τὰ θεάματα ἐκεῖνα, γυναῖκας ἰδεῖν γυμνουμένας, αἰσχρὰ φθεγγομένας. Ὑπόσχου μηδὲν ἀκούσειν ἄσχημον μηδὲ ἐρεῖν, καὶ ἄπιθι· ἀλλ' οὐ δυνατὸν ἐκεῖ μηδὲν ἀκοῦσαι αἰσχρόν. Ἀνάξια τῶν σῶν ὀφθαλμῶν τὰ γινόμενα.» Ἅμα καὶ καταφιλῶμεν αὐτὸν λέγοντες καὶ περιβάλλωμεν ταῖς χερσὶν καὶ ἐπισφίγγωμεν, ὥστε τὸν πόθον δεικνύναι. Τούτοις ἅπασιν αὐτὸν μαλάττωμεν. Τί οὖν; ὅπερ καὶ ἤδη ἔφην, μηδέποτε κόρη προσίτω μηδὲ διακονείτω, ἀλλ' ἤδη προβεβηκυῖα παιδίσκη, γυνὴ γηραλέα. Καὶ ἐπεισαγέσθω τῆς βασιλείας ὁ λόγος καὶ τῶν πάλαι ἐπὶ σωφροσύνῃ λαμψάντων καὶ τῶν ἔξω καὶ τῶν παρ' ἡμῖν· καὶ συνεχῶς τούτοις ἐπαντλῶμεν αὐτοῦ τὴν ἀκοήν. Εἰ δὲ καὶ οἰκέτας ἔχοιμεν σωφρονοῦντας, καὶ ἀπὸ τούτων ἔστω τὰ παραδείγματα· ὅτι σφόδρα ἄτοπον τὸν μὲν οἰκέτην οὕτως εἶναι σώφρονα, τὸν δὲ ἐλεύθερον ἐκείνου φαυλότερον γενέσθαι. Ἔστιν δὴ καὶ ἕτερον φάρμακον· ποῖον δὴ τοῦτο; καὶ νηστεύειν μανθανέτω, εἰ καὶ μὴ ἀεί, ἀλλὰ δύο γοῦν τῆς ἑβδομάδος ἡμέρας, τήν τε Τετράδα καὶ τὴν Παρασκευήν. Καὶ εἰς ἐκκλησίαν προερχέσθω. Καὶ λαμβάνων αὐτὸν ὁ πατὴρ κατὰ τὴν ἑσπέραν, ὅταν τὸ θέατρον διαλύηται, ἐπιδεικνύτω τοὺς ἐκεῖθεν κατιόντας καὶ καταγελάτω τῶν γερόντων, ὅτι δὴ νέων γεγόνασιν ἀσυνετώτεροι, καὶ τῶν νεωτέρων, ὅτι ἐξεκαύθησαν. Καὶ ἐρωτάτω τὸν παῖδα· «Τί δὴ οὗτοι κεκερδάκασιν ἅπαντες; Οὐδὲν ἀλλ' ἢ αἰσχύνην καὶ ὄνειδος καὶ κατάγνωσιν.» Οὐ μικρὸν δὲ ὅλως πρὸς σωφροσύνην ἐστὶ τὸ πάντων ἐκείνων ἀπέχεσθαι καὶ τῶν θεαμάτων καὶ τῶν ἀκουσμάτων. Ἔστι δὴ καὶ ἄλλο· διδασκέσθω μετὰ πολλῆς εὔχεσθαι τῆς σπουδῆς καὶ τῆς κατανύξεως. Καὶ μή μοι εἴπῃς ὅτι παιδίον οὐκ ἄν ποτε ταῦτα καταδέξοιτο· μάλιστα τὸ παιδίον ὀξυδερκὲς ὂν καὶ διεγηγερμένον ταῦτα ἂν καταδέξοιτο. Καὶ γὰρ πολλὰ τοιαῦτα παραδείγματα ἐν τοῖς παλαιοῖς ὁρῶμεν, οἷον ὁ ∆ανιήλ, οἷον ὁ Ἰωσήφ. Μὴ γάρ μοι τὰ δεκαεπτὰ ἔτη εἴπῃς τοῦ Ἰωσήφ, ἀλλὰ πρὸς τούτου ἐννόησον, πόθεν τὸν πατέρα εἷλεν καὶ τῶν πρεσβυτέρων μᾶλλον αὐτῶν. Ὁ δὲ Ἰακὼβ οὐχὶ νεώτερος ἦν; ὁ δὲ Ἱερεμίας; ὁ δὲ ∆ανιὴλ οὐχὶ δώδεκα ἐτῶν ἦν; ὁ δὲ Σολομὼν οὐχὶ δώδεκα καὶ αὐτὸς ἦν, ἡνίκα τὴν θαυμαστὴν ἐκείνην <εὐχὴν> ηὔξατο; ὁ δὲ Σαμουὴλ οὐχὶ τὸν διδάσκαλον τὸν ἑαυτοῦ νέος ὢν ἐπαίδευεν;