1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

17

παιδικὰ ἐπτοῆσθαι. Παιδευέσθω μηδὲν ἡγεῖσθαι χρήματα, μηδὲν δόξαν ἀνθρωπίνην, μηδὲν δυναστείαν, μηδὲν θάνατον, μηδὲν τὴν παροῦσαν ζωήν· οὕτως ἔσται φρόνιμος. Ἐὰν μετὰ τοιαύτης αὐτὸν ἀσκήσεως ἐπὶ τὰς παστάδας ἀγάγωμεν, ἐννόησον ὅσον ἔσται τῇ νύμφῃ τὸ δῶρον. Τοὺς δὲ γάμους ποιῶμεν μὴ μετὰ αὐλῶν, μὴ μετὰ κιθάρας μηδὲ μετὰ ὀρχημάτων· τὸν γὰρ τοιοῦτον νυμφίον ἀτοπίας πολλῆς τοιούτοις αἰσχύνεσθαι. Ἀλλὰ τὸν Χριστὸν καλῶμεν ἐκεῖ· ἄξιος γὰρ αὐτοῦ ὁ νυμφίος λοιπόν· τοὺς αὐτοῦ μαθητὰς παρακαλῶμεν. Ἐκείνῳ πάντα ἔσται τὰ κάλλιστα. Καὶ αὐτὸς λοιπὸν μαθήσεται οὕτω τοὺς παῖδας ῥυθμίζειν τοὺς ἑαυτοῦ, καὶ ἐκεῖνοι τοὺς ἐκείνων, καὶ οὕτως ἔσται σειρὰ χρυσῆ. Ποιῶμεν δὲ αὐτὸν καὶ πραγμάτων ἅπτεσθαι πολιτικῶν τῶν κατὰ δύναμιν, τῶν οὐκ ἐχόντων ἁμαρτήματα. Ἄν τε γὰρ στρατεύηται, μαθέτω μὴ κερδαίνειν αἰσχρῶς· ἄν τε τοῖς ἀδικουμένοις συναγορεύῃ, ἄν τε ὁτιοῦν τοιοῦτον. Καὶ ἡ μήτηρ δὲ μαθέτω τὴν αὑτῆς κόρην τούτοις παιδεύειν καὶ πολυτελείας ἀπάγειν καὶ κόσμου καὶ τῶν ἄλλων ἁπάντων, ἅπερ ἐστὶ πορνῶν γυναικῶν. Κατὰ τοῦτον δὴ τὸν νόμον πάντα ποιείτω καὶ τρυφῆς ἀπαγέτω καὶ μέθης, καὶ τὸν νέον καὶ τὴν κόρην. Καὶ γὰρ καὶ τοῦτο μέγα πρὸς σωφροσύνην· τοῖς μὲν γὰρ νέοις ἡ ἐπιθυμία ἐνοχλεῖ, ταῖς δὲ γυναιξὶ τὸ φιλόκοσμον καὶ ἀνεπτερωμένον. Καὶ ταῦτα οὖν πάντα καταστέλλωμεν, καὶ οὕτως δυνησόμεθα ἀρέσαι τῷ Θεῷ τοιούτους τρέφοντες ἀθλητάς, ἵνα δυνηθῶμεν καὶ ἡμεῖς καὶ οἱ παῖδες τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπώσιν αὐτὸν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ Ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.