1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

5

ἡμῖν περιουσίας καὶ οὕτω τὰ νικητήρια· εἰ γὰρ αἱ οἰκονομίαι ἀκατάληπτοι, πολλῷ μᾶλλον αὐτός· ὅτι δὲ ἐνταῦθα οὐ περὶ τῶν οἰκονομιῶν φησιν, ἀλλὰ περὶ αὐτοῦ τοῦ Θεοῦ, ἄκουσον τῶν ἑξῆς. Εἰπὼν γάρ· «Ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν», ἐπήγαγεν· «Ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην.» Ὑπὸ τίνος οὖν ἐπεγνώσθη, ὑπὸ τοῦ Θεοῦ ἢ ὑπὸ τῶν οἰκονομιῶν; Ὑπὸ τοῦ Θεοῦ δηλονότι· τοῦτον οὖν καὶ ἐκ μέρους γινώσκει. «Ἐκ μέρους» δὲ εἶπεν, οὐχ ὅτι τὸ μὲν αὐτοῦ τῆς οὐσίας γινώσκει, τὸ δὲ ἀγνοεῖ-ἁπλοῦς γὰρ ὁ Θεός-, ἀλλ' ἐπειδὴ ὅτι μὲν ἔστι Θεὸς οἶδε, τὸ δέ, τί τὴν οὐσίαν ἐστίν, ἀγνοεῖ· ὅτι μὲν σοφός ἐστιν ἐπίσταται, τὸ δὲ πόσον ἐστὶ σοφός, ἀγνοεῖ· ὅτι μὲν μέγας οὐκ ἀγνοεῖ, τὸ δὲ πῶς ἢ τίς ἡ μεγαλωσύνη αὐτοῦ, τοῦτο οὐκ οἶδεν· ὅτι πανταχοῦ πάρεστιν ἐπίσταται, τὸ δὲ πῶς οὐκ ἐπίσταται· ὅτι προνοεῖ καὶ συνέχει τὰ πάντα καὶ συγκρατεῖ μετ' ἀκριβείας, οὐκ ἀγνοεῖ, τὸν δὲ τρόπον καθ' ὃν ταῦτα ποιεῖ ἀγνοεῖ. ∆ιὰ τοῦτο ἔλεγεν· «Ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν.» Ἀλλὰ γάρ, εἰ δοκεῖ, τὸν Παῦλον ἀφέντες καὶ τοὺς προφήτας, ἀνέλθωμεν εἰς τοὺς οὐρανούς, μή ποτε ἐκεῖ τινές εἰσιν εἰδότες τί τὴν οὐσίαν ἐστὶν ὁ Θεός. Μάλιστα μὲν γάρ, κἂν εὑρεθῶσιν εἰδότες, οὐδὲν κοινὸν πρὸς ἡμᾶς· πολὺ γὰρ τὸ μέσον ἀγγέλων καὶ ἀνθρώπων· πλὴν ἀλλ' ἵνα ἐκ περιουσίας μάθῃς ὅτι οὐδὲ ἐκεῖ τις οἶδε κτιστὴ δύναμις τοῦτο, ἀκούσωμεν τῶν ἀγγέλων. Τί οὖν; περὶ τῆς οὐσίας ταύτης ἐκεῖ διαλέγονται καὶ πρὸς ἑαυτοὺς ζητοῦσιν; Οὐδαμῶς. Ἀλλὰ τί; ∆οξάζουσι, προσκυνοῦσι, τὰς ἐπινικίους καὶ μυστικὰς ᾠδὰς διηνεκῶς ἀναπέμπουσι μετὰ πολλῆς τῆς φρίκης· καὶ οἱ μὲν λέγουσι· «∆όξα ἐν ὑψίστοις Θεῷ»· τὰ δὲ Σεραφίμ· «Ἅγιος, ἅγιος, ἅγιος» καὶ τοὺς ὀφθαλμοὺς ἀποστρέφουσιν, οὐδὲ τὴν συγκατάβασιν ἐνεγκεῖν δυνάμενα τοῦ Θεοῦ· τὰ δὲ Χερουβίμ· «Εὐλογημένη ἡ δόξα αὐτοῦ ἐκ τοῦ τόπου αὐτοῦ», οὐχ ὅτι τόπος περὶ Θεόν, μὴ γένοιτο, ἀλλ' ὡς ἂν εἴποιμεν ἀνθρωπίνως φθεγγόμενοι· ὅπουπερ ἄν ἐστιν ἢ ὅπως ἄν ἐστιν, εἰ δὴ καὶ τοῦτο ἀσφαλὲς ἐπὶ Θεοῦ εἰπεῖν· ἀνθρωπίνην γὰρ ἔχομεν γλῶτταν. Εἶδες πόσος ἄνω φόβος, πόση κάτω καταφρόνησις; Ἐκεῖνοι δοξάζουσιν, οὗτοι περιεργάζονται· εὐφημοῦσιν ἐκεῖνοι, πολυπραγμονοῦσιν οὗτοι· ἐκεῖνοι τὰς ὄψεις ἀποκρύπτουσιν, οὗτοι φιλονεικοῦσιν ἐνατενίζειν ἀναισχύντως εἰς τὴν ἀνεκδιήγητον δόξαν. Τίς οὐκ ἂν στενάξειε, τίς οὐκ ἂν θρηνήσειεν αὐτοὺς τῆς παραπληξίας καὶ τῆς ἐσχάτης ταύτης ἀνοίας; Ἐβουλόμην μὲν οὖν μακροτέρω προαγαγεῖν τὸν λόγον, ἀλλ' ἐπειδὴ νῦν πρῶτον εἰς ταῦτα κατέβην τὰ παλαίσματα, λυσιτελὲς ὑμῖν εἶναι νομίζω ἀρκεσθῆναι τέως τοῖς εἰρημένοις, ὥστε μὴ τὸ πλῆθος τῶν μελλόντων ῥηθήσεσθαι ἐπελθὸν πολλῇ τῇ ῥύμῃ παρασύρῃ καὶ τούτων τὴν μνήμην· πάντως δέ, ἂν ὁ Θεὸς ἐπιτρέπῃ, ταύτην λοιπὸν μέχρι πολλοῦ τὴν ὑπόθεσιν ἐργασόμεθα. Ἐγὼ μὲν γὰρ καὶ πάλαι τούτους ὤδινον πρὸς ὑμᾶς τοὺς λόγους εἰπεῖν, ἔμελλον δὲ καὶ ἀνεβαλλόμην, ὅτι πολλοὺς τῶν ταῦτα νοσούντων ἑώρων μεθ' ἡδονῆς ἡμῶν ἀκροωμένους, καὶ οὐ βουλόμενος ἀποσοβῆσαι τὴν θήραν, τέως ἐπεῖχον τὴν γλῶτταν τούτων τῶν παλαισμάτων, ὥστε μετὰ τὸ κατασχεῖν αὐτοὺς ἀκριβῶς, τότε ἐπαποδύσασθαι· ἐπειδὴ δὲ διὰ τὴν τοῦ Θεοῦ χάριν αὐτῶν ἤκουσα παρακαλούντων καὶ ἐνοχλούντων εἰς τούτους ἐμβῆναι τοὺς ἀγῶνας, θαρρῶν ἀπεδυσάμην λοιπὸν καὶ τὰ ὅπλα ἔλαβον τὰ τοὺς λογισμοὺς καθαιροῦντα καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Ταῦτα δὲ ἔλαβον τὰ ὅπλα, οὐχ ἵνα βάλω τοὺς ἐναντίους, ἀλλ' ἵνα ἀναστήσω κειμένους· αὕτη γὰρ τῶν ὅπλων τούτων ἡ δύναμις τοὺς μὲν φιλονεικοῦντας πλήττειν οἶδε, τοὺς δὲ εὐγνωμόνως ἀκούοντας μετὰ πολλῆς θεραπεύειν τῆς ἐπιμελείας· οὐχὶ δίδωσι τραύματα, ἀλλὰ θεραπεύει νοσήματα. Μὴ τοίνυν πρὸς ἐκείνους ἀγριαίνωμεν, μηδὲ θυμὸν προβαλλώμεθα, ἀλλὰ μετὰ ἐπιεικείας αὐτοῖς διαλεγώμεθα· οὐδὲν γὰρ ἐπιεικείας καὶ πραότητος ἰσχυρότερον. ∆ιὰ τοῦτο καὶ Παῦλος πολλῇ τῇ σπουδῇ τούτου τοῦ πράγματος ἀντέχεσθαι ἐκέλευσε λέγων· «∆οῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ' ἤπιον εἶναι πρὸς πάντας.» Οὐκ εἶπε πρὸς