1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

33

αὐτοὺς διορθῶσαι, φέρε δείξωμεν ὅτι οὐ τὸ ἀγνοεῖν τί τὴν οὐσίαν ἐστὶν ὁ Θεός, ἀλλὰ τὸ φιλονεικεῖν εἰδέναι, τοῦτο ἔστι ἀγνοεῖν τὸν Θεόν. Εἰπὲ γάρ μοι, εἰ δύο ἀνθρώπων φιλονεικούντων πρὸς ἀλλήλους εἰδέναι τοῦ οὐρανοῦ τὸ μέγεθος, ὁ μὲν εἷς λέγει μὴ δύνασθαι αὐτὸ ἀνθρώπινον καταλαμβάνειν ὀφθαλμόν, ὁ δὲ ἕτερος φιλονεικοίη δυνατὸν εἶναι, τῇ σπιθαμῇ τῆς χειρὸς πάντα αὐτὸν μετροῦντα ἐπελθεῖν, τίνα ἂν φήσομεν εἰδέναι μέγεθος οὐρανοῦ, τὸν φιλονεικοῦντα εἰδέναι πόσας ἔχει σπιθαμὰς ἢ τὸν ὁμολογοῦντα ἀγνοεῖν; Εἶτα ἐπὶ μὲν οὐρανοῦ ὁ παραχωρῶν τῷ μεγέθει, οὗτος ἔσται ὁ μᾶλλον εἰδὼς τὸ μέγεθος, ἐπὶ δὲ τοῦ Θεοῦ οὐδὲ ταύτῃ χρησόμεθα τῇ εὐλαβείᾳ; καὶ πῶς οὐκ ἐσχάτης τοῦτο παραπληξίας; Ὅτι γὰρ τοσοῦτον ἀπαιτούμεθα μόνον εἰδέναι ὅτι ἔστι Θεός, οὐχὶ περιεργάζεσθαι αὐτοῦ τὴν οὐσίαν, ἄκουσον τί φησιν ὁ Παῦλος· «Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ ὅτι ἔστι.» Καὶ πάλιν ὁ προφήτης ἐγκαλῶν ἀσέβειαν τινὶ οὐ τοῦτο ἐγκαλεῖ ὅτι οὐκ οἶδε τί ἐστιν ὁ Θεός, ἀλλ' ὅτι οὐκ οἶδεν ὅτι ἔστι Θεός. «Εἶπε γάρ, φησίν, ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι Θεός.» Ὥσπερ οὖν ἐκεῖνον ἀσεβῆ ποιεῖ οὐ τὸ ἀγνοεῖν τί τὴν οὐσίαν ἐστὶν ὁ Θεός, ἀλλὰ τὸ ἀγνοεῖν ὅτι ἔστι Θεός· οὕτως ἀρκεῖ πρὸς εὐσέβειαν τὸ εἰδέναι ὅτι ἔστιν ὁ Θεός. Ἀλλ' ἔχουσί τινα καὶ ἕτερον μεμελετημένον λόγον. Τίνα δὴ τοῦτον; «Εἴρηται, φησί, πνεῦμα ὁ Θεός.» Τοῦτο οὖν τῆς οὐσίας αὐτοῦ παραστατικόν, εἰπέ μοι; καὶ τίς ταῦτα ἀνέξεται, κἂν ὁπωσοῦν ἐπὶ θύρας τῶν θείων Γραφῶν ἐλθών; Ἔσται γὰρ κατὰ τοῦτον τὸν λόγον καὶ πῦρ ὁ Θεός· ὥσπερ γὰρ γέγραπται ὅτι «Πνεῦμα ὁ Θεός», οὕτω γέγραπται ὅτι «Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον», καὶ πάλιν· «Πηγὴ ὕδατος ζῶντος.» Οὐ πνεῦμα δὲ καὶ πηγὴ καὶ πῦρ ἔσται μόνον, ἀλλὰ καὶ ψυχὴ καὶ ἄνεμος καὶ νοῦς ἀνθρώπινος καὶ ἕτερα πολλῷ τούτων ἀτοπώτερα· οὐ γὰρ δὴ πάντα ἐπεξιέναι χρὴ τῷ λόγῳ, οὐδὲ τὴν ἐκείνων μιμεῖσθαι μανίαν. Τὸ γὰρ πνεῦμα τοῦτο πολλὰ δηλοῖ, οἷον τὴν ψυχὴν τὴν ἡμετέραν, καθάπερ καὶ Παῦλός φησι· «Παράδοτε τὸν τοιοῦτον τῷ σατανᾷ, ἵνα τὸ πνεῦμα σωθῇ» καὶ ἄνεμον, καθάπερ ὁ προφήτης λέγει· «Πνεύματι βιαίῳ συντρίψεις αὐτούς.» Καλεῖται δὲ καὶ τὸ χάρισμα τὸ πνευματικὸν οὕτως· «Αὐτὸ γὰρ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν», φησί, καὶ πάλιν· «Προσεύξομαι δὲ τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ.» Καλεῖται δὲ καὶ ὁ θυμὸς οὕτως. Καὶ γὰρ Ἡσαΐας φησίν· «Οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματί σου τῷ σκληρῷ ἀνελεῖν αὐτούς;» Καλεῖται δὲ καὶ ἡ βοήθεια ἡ παρὰ τοῦ Θεοῦ πνεῦμα· «Πνεῦμα γὰρ πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος.» Ταῦτα οὖν πάντα ἡμῖν ὁ Θεὸς ἔσται κατ' ἐκείνους καὶ ἐκ τοσούτων συγκείσεται. Ἀλλὰ γὰρ ἵνα μὴ ληρῶμεν, τὰ μηδὲ ἀντιλογίας δεόμενα παράγοντες εἰς μέσον, φέρε ἐνταῦθα τὸν πρὸς αὐτοὺς καταλύσαντες λόγον, ἐπὶ τὴν εὐχὴν τὸ πᾶν τρέψωμεν, ὅσῳ μειζόνως ἀσεβοῦσι, τοσούτῳ πλέον ὑπὲρ αὐτῶν παρακαλοῦντες καὶ δεόμενοι ἀποστῆναί ποτε τῆς μανίας αὐτούς. Τοῦτο γὰρ ἀποδεκτὸν ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ. «... ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν». Μὴ τοίνυν διαλείπωμεν τὰς ὑπὲρ αὐτῶν ἱκετηρίας ποιούμενοι. Μέγα γὰρ ὅπλον εὐχή, θησαυρὸς ἀνελλιπής, πλοῦτος μηδέποτε δαπανώμενος, λιμὴν ἀκύμαντος, γαλήνης ὑπόθεσις καὶ μυρίων ἀγαθῶν ῥίζα καὶ πηγὴ καὶ μήτηρ ἐστὶν ἡ εὐχὴ καὶ αὐτῆς τῆς βασιλείας δυνατωτέρα. Πολλάκις οὖν αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου πυρέττοντος καὶ ἐπὶ τῆς κλίνης κειμένου καὶ φλεγομένου, παρεστήκασιν ἰατροί, δορυφόροι, θεράποντες, στρατηγοί, καὶ οὔτε ἰατρῶν τέχνη, οὔτε παρουσία φίλων, οὐκ οἰκετῶν διακονία, οὐ φαρμάκων δαψίλεια, οὐ πολυτέλεια παρασκευῆς, οὐ χρημάτων περιουσία, οὐκ ἄλλο οὐδὲν τῶν ἀνθρωπίνων ἰσχύει παραμυθήσασθαι τὴν ἐπικειμένην ἀρρωστίαν· ἐὰν δέ τις παρρησίαν ἔχων πρὸς τὸν Θεὸν εἰσέλθῃ καὶ τοῦ σώματος ἅψηται μόνον καὶ καθαρὰν ὑπὲρ αὐτοῦ ποιήσῃ τὴν εὐχήν, ἅπασαν τὴν ἀρρωστίαν ἐφυγάδευσε· καὶ ὅπερ οὐκ ἴσχυσεν ὁ πλοῦτος καὶ τὸ τῶν διακονουμένων πλῆθος καὶ ἡ τῆς ἐμπειρίας ἐπιστήμη καὶ ὁ τῆς βασιλείας ὄγκος, τοῦτο ἴσχυσεν ἑνὸς πένητος πολλάκις καὶ πτωχεύοντος