1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

35

καὶ τὸν ὄγκον ἰσχύει καὶ τῆς κουφοτάτης δικαιοσύνης περιγενέσθαι καὶ καθελκύσαι κάτω ῥᾳδίως αὐτήν. Καὶ ὅτι τοῦτο ἐκείνου τὸ ζεῦγος ταχύτερον, ἀναμνήσθητι τοῦ φαρισαίου καὶ τοῦ τελώνου. Ἔζευξεν ὁ φαρισαῖος δικαιοσύνην καὶ ἀπόνοιαν, οὕτω λέγων· «Εὐχαριστῶ σοι, ὦ Θεός, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, πλεονέκται, οὐδὲ ὡς οὗτος ὁ τελώνης.» Ὢ τῆς μανίας. Οὐκ ἐκόρεσεν αὐτοῦ τὴν ἀπόνοιαν πᾶσα τῶν ἀνθρώπων ἡ φύσις, ἀλλὰ καὶ τῷ τελώνῃ πλησίον ἑστῶτι μετὰ πολλῆς ἐπεπήδησε τῆς ἀπονοίας. Τί οὖν ἐκεῖνος; Οὐ διεκρούσατο τὰ ὀνείδη, οὐκ ἤλγησεν ἐπὶ τῇ κατηγορίᾳ, ἀλλὰ κατεδέξατο τὸ εἰρημένον μετ' εὐγνωμοσύνης· καὶ γέγονε τὸ τοῦ ἐχθροῦ βέλος αὐτῷ φάρμακον καὶ ἴασις, καὶ τὸ ὄνειδος ἐγκώμιον, καὶ ἡ κατηγορία στέφανος. Τοσοῦτόν ἐστι ταπεινοφροσύνη καλόν, τοσοῦτόν ἐστι κέρδος, μὴ δάκνεσθαι ταῖς παρ' ἑτέρων λοιδορίαις, μηδὲ ἐκθηριοῦσθαι πρὸς τὰς τῶν πλησίον ὕβρεις. Ἔστι γάρ τι καὶ ἀπ' αὐτῶν καρπώσασθαι μέγα καὶ γενναῖον ἀγαθόν, ὅπερ οὖν καὶ ἐπὶ τοῦ τελώνου γέγονε. ∆εξάμενος γὰρ τὰ ὀνείδη, ἀπέθετο τὰ ἁμαρτήματα, καὶ εἰπών· «Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ», κατῆλθε δεδικαιωμένος ὑπὲρ ἐκεῖνον. Καὶ λόγοι περιεγένοντο ἔργων καὶ ῥήματα πράξεις ἐνίκησαν. Ὁ μὲν γὰρ δικαιοσύνην προεβάλλετο καὶ νηστείαν καὶ δεκάτας· οὗτος δὲ ῥήματα εἶπε ψιλὰ καὶ πάντα ἀπέθετο τὰ ἁμαρτήματα. Οὐ γὰρ τῶν ῥημάτων ἤκουσεν ὁ Θεὸς μόνον, ἀλλὰ καὶ τὴν διάνοιαν, μεθ' ἧς ταῦτα προεβάλετο, εἶδε, καὶ τεταπεινωμένην εὑρὼν καὶ συντετριμμένην, ἠλέησε καὶ ἐφιλανθρωπεύσατο. Ταῦτα δὲ λέγω οὐχ ἵνα ἁμαρτάνωμεν, ἀλλ' ἵνα ταπεινοφρονῶμεν. Εἰ γὰρ τελώνης ἄνθρωπος, τὸ ἔσχατον τῆς κακίας εἶδος, οὐχὶ ταπεινοφρονήσας, ἀλλ' εὐγνωμονήσας μόνον, τὰ ἁμαρτήματα εἰπὼν καὶ ὅπερ ἦν ὁμολογήσας, τοσαύτην εὔνοιαν ἐπεσπάσατο παρὰ τοῦ Θεοῦ, πόσην οἱ μεγάλα μὲν κατωρθωκότες ἀγαθά, μηδὲν δὲ μέγα περὶ ἑαυτῶν νομίζοντες, ἐπισπάσονται τὴν βοήθειαν; ∆ιὰ τοῦτο παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ ἐξομολογεῖσθαι τῷ Θεῷ συνεχῶς. Οὐδὲ γὰρ εἰς θέατρόν σε ἄγω τῶν συνδούλων τῶν σῶν, οὐδὲ ἐκκαλύψαι τοῖς ἀνθρώποις ἀναγκάζω τὰ ἁμαρτήματα· τὸ συνειδὸς ἀνάπτυξον ἔμπροσθεν τοῦ Θεοῦ καὶ αὐτῷ δεῖξον τὰ τραύματα καὶ παρ' αὐτοῦ τὰ φάρμακα αἴτησον· δεῖξον τῷ μὴ ὀνειδίζοντι, ἀλλὰ θεραπεύοντι· κἂν γὰρ σὺ σιγήσῃς, οἶδεν ἐκεῖνος ἅπαντα. Εἰπὲ τοίνυν, ἵνα κερδάνῃς· εἰπέ, ἵνα ἐνταῦθα ἀποθέμενος πάντα τὰ ἁμαρτήματα ἀπέλθῃς ἐκεῖ καθαρὸς καὶ ἔξω τῶν πλημμελημάτων καὶ τῆς ἀφορήτου δημοσιεύσεως ἐκείνης ἀπαλλαγῇς. Οἱ τρεῖς παῖδες ἐν καμίνῳ διῆγον καὶ τὴν ψυχὴν ἐπέδωκαν ὑπὲρ τῆς εἰς τὸν ∆εσπότην ὁμολογίας· ἀλλ' ὅμως μετὰ τοσαῦτα καὶ τοιαῦτα κατορθώματα λέγουσιν· «Οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα· αἰσχύνη καὶ ὄνειδος ἐγενήθημεν τοῖς δούλοις σου καὶ τοῖς σεβομένοις σε.» Τί οὖν ἀνοίγετε στόμα; Ἵνα αὐτὸ τοῦτο εἴπωμεν, φησίν, ὅτι οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα καὶ αὐτῷ τούτῳ τὸν ∆εσπότην ἐπισπασώμεθα. Εὐχῆς δύναμις δύναμιν πυρὸς ἔσβεσε, λεόντων θυμὸν ἐχαλίνωσε, πολέμους ἔλυσε, μάχας ἔπαυσε, χειμῶνας ἀνεῖλε, δαίμονας ἤλασεν, οὐρανοῦ πύλας ἀνέῳξε, δεσμὰ θανάτου διέκοψεν, ἀρρωστίας ἐφυγάδευσεν, ἐπηρείας ἀπεκρούσατο, πόλεις σειομένας ἔστησε, καὶ τὰς ἄνωθεν φερομένας πληγὰς καὶ τὰς παρὰ ἀνθρώπων ἐπιβουλὰς καὶ πάντα ἁπλῶς ἀνεῖλεν εὐχὴ τὰ δεινά. Εὐχὴν δὲ λέγω πάλιν, οὐ τὴν ἁπλῶς ἐπὶ τοῦ στόματος κειμένην, ἀλλὰ τὴν ἐκ τοῦ βάθους τῆς διανοίας ἀνιοῦσαν. Καθάπερ γὰρ τῶν δένδρων ὅσαπερ ἂν πρὸς τὸ βάθος παραπέμψῃ τὰς ῥίζας, κἂν μυρίας ἀνέμων δέξηται προσβολάς, οὐ διακλᾶται οὐδὲ ἀνασπᾶται, τῶν ῥιζῶν μετὰ ἀκριβείας τῷ βάθει τῆς γῆς περισφιγγομένων, οὕτω δὴ καὶ εὐχαὶ αἱ κάτωθεν ἐκ τοῦ βάθους τῆς διανοίας ἀναπεμπόμεναι, ἐρριζωμέναι μετὰ ἀσφαλείας πρὸς ὕψος ἀνατείνονται καὶ οὐδεμιᾷ λογισμοῦ προσβολῇ παρατρέπονται. ∆ιὰ τοῦτο καὶ ὁ προφήτης φησίν· «Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε.» Ταῦτα λέγω οὐχ ἵνα ἐπαινῆτε μόνον, ἀλλ' ἵνα καὶ ἐπὶ τῶν ἔργων ἐπιδείκνυσθε. Εἰ γὰρ τὸ πρὸς ἀνθρώπους ἐξειπεῖν τὰς οἰκείας συμφορὰς καὶ τὰ