1

 2

 3

 4

 5

 6

4

βαπτίζων καὶ προσφέρων τὴν ἀναίμακτον θυσίαν, τὰς χεῖρας κιχρᾷ πρὸς τὸ προκείμενον· τὸ δὲ ἅγιον Πνεῦμα ταῦτα ἁγιάζει καὶ μεγαλύνει. ∆ιὸ καὶ ἐνταῦθα μετανοοῦντός σου καὶ ἐξομολογουμένου, οὐδὲν ἕτερον, ἢ τὴν γλῶτταν κιχρᾷ, καὶ ὁ Θεὸς τὴν σωτηρίαν σοι καὶ τὴν ἄφεσιν παρέχει. Καὶ εἰ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καὶ εἶ οἷόν τέ ἐστι μετὰ τὸ βάπτισμα διὰ μετανοίας σωθῆναι, διὰ τί ὁ ἀπόστολος Πέτρος τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν παραυτὰ ἐθανάτωσε, καὶ οὐχὶ διὰ μετανοίας αὐτοὺς ἀνεκαλέσατο; Πρόσεχε ἀκριβῶς. Οὐχὶ ὁ μακάριος Πέτρος ἀπέκρυψε τὴν ἔμπλαστρον τῆς μετανοίας· ἀλλ' αὐτοὶ οἱ τῷ τοιούτῳ πτώματι περιπεσόντες, οὐκ ἐπεζήτησαν τὴν μετανοητικὴν πρόσφορον ἔμπλαστρον· ἀλλὰ τῇ τοῦ διαβόλου παραινέσει συναπώλοντο καὶ τοῖς χρήμασι. Τότε γὰρ μετάνοια, οὐχ ὅτε τῇ φωνῇ τιμᾶται, ἀλλ' ὅτε τῇ πράξει γνωρίζεται. Ἔστι γὰρ μετάνοια ἀπὸ ψυχῆς προβαλλομένη, καὶ ἔστι μετάνοια ἐπιπολαίως γινομένη· ὅθεν οἱ μὲν σώζονται, οἱ δὲ κατακρίνονται. Μετενόησεν ὁ μακάριος Πέτρος, καὶ ὁ ἄθλιος Ἰούδας· ἀλλ' ὁ μὲν Πέτρος γνησίως μετανοήσας καὶ δακρύσας καὶ τὴν ἄρνησιν διὰ τῶν δακρύων ἀποπλύνας, εἰς τὴν προτέραν τιμὴν πάλιν ἐπανῆλθεν· ὁ δὲ Ἰούδας πάρεργον εἰργάσατο τὴν μετάνοιαν. Εἰ γὰρ καὶ τὰ ἀργύρια προσέῤῥιψε τοῖς Ἰουδαίοις, καὶ εἶπεν, Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον, ἀλλ' ὅμως οὐκ ἐστέναξεν, οὐκ ἐδάκρυσεν, οὐκ ἄξια τῆς μετανοίας ἔπραξεν, ἀλλὰ μόνον ἀγχόνην πλέξας, τὸν διάβολον ἐπληροφόρησε. Τί οὖν Σίμων ὁ μάγος; βαπτισθεὶς καὶ σκελισθεὶς, καὶ ὑπὸ Πέτρου κατακριθεὶς ὡς χρήματα προσενέγκας, ἵνα τὴν ἀκαπήλευτον δωρεὰν πραγματεύσηται, οὐ τὴν μετάνοιαν ᾔτησεν; οὐχὶ ὁ μακάριος Πέτρος ἀπεκρίνατο λέγων· Μετανόησον ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Κυρίου; ∆ιὰ τί, φησὶ, τῷ Ἀνανίᾳ καὶ τῇ Σαπφείρᾳ οὐκ εἶπε τὰ ῥήματα ταῦτα, Μετανοήσατε ἀπὸ τῆς κακίας ὑμῶν; Πρόσεχε ἀκριβῶς. Οὐ παίζεται ἡ τοῦ Πνεύματος χάρις. Ὁ Ἀνανίας γὰρ καὶ ἡ Σάπφειρα ἐλεγχόμενοι ὑπὸ τοῦ Πέτρου, καὶ ἀκούοντες παρ' αὐτοῦ, Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ Πνεῦμα Κυρίου; οὐχ ὡμολόγησαν τὴν ἑαυτῶν ἁμαρτίαν, οὐ προσέπεσαν, οὐκ ἐδεήθησαν, οὐκ εἶπον, ὅτι Ὡς ἄνθρωποι ἐσφάλημεν, ἀλλὰ τί; Ἐλεγχόμενοι ὑπ' αὐτοῦ ἀντετίθουν τοῖς αὐτοῦ ῥήμασι, πειρώμενοι αὐτὸν κρύπτειν, μὴ συνιέντες ὡς οὐ παίζεται τὸ Πνεῦμα τὸ ἅγιον. Ὅθεν παραυτὰ ὁ μακάριος Πέτρος παροξυνθεὶς, ἁρμόζουσαν αὐτοῖς ἐξήνεγκε τὴν ἀπόφασιν. Ὁ δέ γε Σίμων ἀκούσας παρὰ τοῦ ἀποστόλου Πέτρου, Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν ἐνόμισας διὰ χρημάτων κτᾶσθαι, οὐκ ἠγανάκτησεν, οὐκ ἀφηνίασεν, οὐκ ἀπεπήδησε, καίτοι πονηρὸς ὤν· ἀλλὰ τὰς ὕβρεις καὶ τὰς ἐπισκήψεις, ὡς ἀντιδότους αἰτίας, δεξάμενος, οὐ μόνον τῷ Πέτρῳ, ἀλλὰ καὶ πᾶσι τοῖς ἀποστόλοις προπεσὼν ἔλεγε· ∆εήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεὸν, ὅπως μηδὲν ἐπέλθῃ ἐπ' ἐμὲ, ὧν εἰρήκατε κακῶν. Μεγάλως, φησὶν, ἥμαρτον· οὐ τολμῶ δι' ἑαυτοῦ τὸν Θεὸν ἐξιλεώσασθαι· ὑμεῖς οἱ μεσῖται ὑπὲρ ἐμοῦ πρεσβεύσατε. Καλῶς οὖν ἔλεγεν ὁ Ἐκκλησιαστὴς, Καιρὸς τοῦ κλαῦσαι, καὶ καιρὸς τοῦ γελάσαι· καιρὸς τοῦ κλαῦσαι τοὺς τὰ ἀνίατα νοσοῦντας, καὶ καιρὸς τοῦ γελάσαι τοὺς τὴν μετάνοιαν ἀγαπῶντας. Οὕτω γὰρ ἔκλαυσεν ὁ μέγας Ἰωσὴφ, οἱονεὶ τῷ προφητικῷ βλέμματι προσπεισθεὶς τῷ μακαρίῳ ∆αυῒδ τῷ λέγοντι· Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσιν. Ἔσπειρεν 62.763 οὖν καὶ Ἰωσὴφ τὰ δάκρυα τῆς φιλαδελφίας, καὶ ἐθέρισε τὸν στέφανον τῆς βασιλείας. Ἴστε γὰρ πάντες σαφῶς, ὡς, μετὰ τὸν παράδοξον ἐκεῖνον ἀναγνωρισμὸν, θεασάμενος Ἰωσὴφ τοὺς ἑαυτοῦ ἀδελφοὺς, προσονειδίσαι οὐκ ἠθέλησε. Ποῖοι γὰρ ἀδελφοὶ οἱ τὴν δωδεκάσειρον ἅλυσιν τῆς ἀδελφότητος, ὅσον τὸ ἐπ' αὐτοῖς, διαῤῥήξαντες; Ὅμως ὁ Ἰωσὴφ τὰς θλίψεις εἰς ἀντιλήψεις μεταχλευάσας, ἐπὶ τὸν τράχηλον τῶν ἀδελφῶν ἔκλαυσεν ἐπ' αὐτοῖς. ∆ιὰ