1

 2

 3

3

κατεφθάρη. ∆ιὰ τοῦτο ἐν τοῖς μέσοις χρόνοις οὐκ ἐφαίνετο· ὅτε δὲ ἦλθεν ὁ ἐκ παρθένου γεννηθεὶς Ἰησοῦς Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, τότε ἐφάνη πάλιν. Θέλεις δὲ γνῶναι τῆς παρθενίας τὸ μέγεθος; Μωϋσῆς τὴν θάλασσαν ἔσχισε, τὸν ἀέρα μετέβαλε, μάννα κατήγαγε, καὶ κατελάλησαν αὐτοῦ περὶ τῆς ἰδίας γυναικὸς, τῆς Αἰθιοπίσσης, ὅτι γυναῖκα εἶχε· καὶ Ἀβραὰμ δὲ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, ἀλλὰκαὶ Ἰωσὴφ, εἰ καὶ σωφρονῶν, ἀλλ' ὅμως μετὰ ταῦτα γυναῖκα ἔσχε. Βούλει μαθεῖν, ὅσον ἐστὶν ἡ παρθενία; Ὁ Χριστὸς ἐλθὼν οὐ κατέδησεν αὐτὴν ἀνάγκῃ· ὁμοῦ γὰρ τὰς ἄλλας ἐπιτείνας ἀρετὰς, ταύτην οὐκ ἐπέτεινεν, ἵνα, ἐὰν ἑκουσίως κατορθώσῃς, στεφανωθῇς. Οἱ ἐγκράτειαν ἀσκοῦντες, καὶ τὴν ἀκτημοσύνην πρώτην αὐτὴν μεταχειρίζονται. Εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες ἐγεννήθησαν οὕτω· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, οὐ τὰ μόρια κόψαντες, ἀλλὰ τὴν ἀκόλαστον ἐπιθυμίαν ἀποκοψάμενοι. Ὁ δυνάμενος χωρεῖν, χωρείτω. Καὶ ὁ Ἀπόστολος τὰς ἀρετὰς ἐπελθὼν πάσας, εἰδὼς αὐτῆς τὸ πέλαγος, λέγει· Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω. Εἶδες πῶς μεγάλη ἡ παρθενία; Καὶ ὅμως χωρὶς ἐλεημοσύνης οὐκ ἔσωσεν· ἐλεημοσύναι δὲ χωρὶς παρθενίας ἔσωσαν. Αἱ πέντε παρθένοι αἱ μωραὶ, ἐπειδὴ ἔλαιον οὐκ εἶχον, ἀλλὰ μόνην τὴν παρθενίαν, οὐκ ἐσῆλθον εἰς τὸν νυμφῶνα· λέγουσι γὰρ ταῖς φρονίμοις· ∆ότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν. ∆ικαίως δὲ ἐκλήθησαν μωραὶ, ὅτι τὸ ἐπιπονώτερον κατορθώσασαι, τὸ χωρὶς πόνου οὐκ ἐποίησαν· τὸν μέγαν ἀνταγωνιστὴν κατήνεγκαν, καὶ ὑπὸ τοῦ ἐλάττονος ἡττήθησαν. Καὶ ἐλθόντος τοῦ νυμφίου, εἰσῆλθον αἱ φρόνιμοι εἰς τὸν νυμφῶνα· καὶ ἦλθον κἀκεῖναι κρούουσαι· καὶ λέγει αὐταῖς· Οὐκ οἶδα ὑμᾶς. ∆ιὰ τί; Ὅτι πεινῶντά με εἴδετε, καὶ οὐκ ἐθρέψατε. Ἡμᾶς δὲ μὴ γένοιτο ἀκοῦσαι φωνῆς τοιαύτης· τοῖς δὲ τὴν ἐλεημοσύνην κατορθώσασι λέγει· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. ∆ιὰ τί; ὅτι παρθενίαν ἐτήρησαν; Οὐδαμῶς· ἀλλ' ὅτι Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· γυμνὸς, καὶ περιεβάλετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ ἐπεσκέψασθέ με. Ἵνα δὲ μάθῃς πόσον ἐστὶν ἡ ἐλεημοσύνη, βούλομαι πάλιν ὑμᾶς ὑπομνῆσαι τῆς ἱστορίας ταύτης. ∆έκα παρθένοι ἦσαν, αἱ πέντε φρόνιμοι, καὶ αἱ πέντε μωραί· καὶ φωνὴ ἐγένετο κατὰ τὸ μεσονύκτιον. Ἀνάστητε, ὁ νυμφίος ἔρχεται. Τὸ μεσονύκτιον ἡ ἀνάστασίς ἐστιν, ὅτε οἱ ἄγγελοι πάντας ἡμᾶς ἐπεγείρωσιν. Ἀναστᾶσαι δὲ αἱ παρθένοι ἐκόσμησαν τὰς λαμπάδας ἑαυτῶν. Ἡ δὲ λαμπὰς ἡ παρθενία ἐστὶ, τὸ καθαρὸν, τὸ ὀξὺ, τὸ φωτεινόν. Λέγουσιν αἱ μωραὶ ταῖς φρονίμοις· ∆ότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν. Λέγουσιν αὐταῖς αἱ φρόνιμοι· Φοβούμεθα μή ποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν (ἀλλ' οὐχὶ βασκαίνουσαι οὐκ ἔδωκαν· ἐκεῖ γὰρ τίς χρεία χρυσίου λοιπόν; οὐ γάρ ἐστιν ἐκεῖ πλούσιος καὶ πένης), ἀλλ' ἀπελθοῦσαι ἀγοράσατε. Καὶ τίνες οἱ πωλοῦντες; Πένητες· σὺ γὰρ μᾶλλον λαμβάνεις ἢ δίδως· δίδως αὐτῷ σὺ γήϊνα, καὶ λαμβάνεις ἐπουράνια. Ὡς οὖν ἀπῆλθον ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· καὶ εἰσῆλθον εἰς τὸν νυμφῶνα αἱ ἕτοιμοι, καὶ ἐκλείσθησαν αἱ θύραι. Ἐλθοῦσαι δὲ ἐκεῖναι ἔκρουσαν, καὶ λέγει αὐταῖς· Οὐκ οἶδα ὑμᾶς. Ὁρᾷς, ἐπειδὴ ἐλεημοσύνην οὐκ εἶχον, καὶ τοῦ πόνου τῆς παρθενίας ἀπέτυχον, καὶ ἔξω τοῦ νυμφῶνος ἔμειναν. Μαθόντες οὖν τῆς ἐλεημοσύνης τὸ κέρδος, ἀδελφοὶ, ποιήσωμεν ἐλεημοσύνην, ἵνα καὶ τοῦ νυμφῶνος ἐπιτύχωμεν, καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσωμεν, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.