1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

2

καὶ ἡμέραν ἐλειτούργει Θεῷ. Πέτρος καὶ Ἰωάννης φίλοι διὰ τί; Ἐπειδὴ ἄσιτοι ἀνέβαινον ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην πρὸς τὸ ἱερόν. Παῦλος φίλος διὰ τί; Ἐπειδὴ ὑποπιέζων ἐδουλαγώγει τὴν σάρκα. Φίλος Τιμόθεος διὰ τί; Ἐπειδὴ ὑδροποσίᾳ τῶν ἡδονῶν ἔσβεσε τὴν πυράν. Φίλος Κορνήλιος διὰ τί; Ἐπειδὴ ἄσιτος τὴν διὰ Πέτρου σωτηρίαν ἐξεδέχετο. Φίλοι οἱ Χριστοῦ μάρτυρες διὰ τί; Ἐπειδὴ σαρκὸς καὶ προσκαίρου κατεφρόνησαν ζωῆς. Ὁρᾷς ὡς οὐ μόνον ἐπὶ θεραπείαν, ἀλλὰ καὶ θείαν φιλίαν Θεὸς διὰ νηστείας καλεῖ τὸ γένος, ἅγιον καὶ ὑγιῆ σπεύδων ἐργάσασθαι τὸν Ἀδὰμ, σώφρονα, φίλον, ἐγκρατῆ καὶ κοινωνικὸν, σεμνὸν καὶ συγγενῆ; Τί γάρ ἐστι τὸ φίλον εἶναι Θεοῦ, ἢ Θεοῦ γενέσθαι συγγενῆ; Γίνου τοίνυν διὰ νηστείας φίλος Θεοῦ, γίνου διὰ νηστείας Θεοῦ συγγενής. Μὴ μείνῃς ἀκρατὴς, μὴ μείνῃς ἐχθρὸς, μὴ μείνῃς ἄῤῥωστος, μὴ μείνῃς τραυματίας, μὴ μείνῃς παράλυτος. Ἰδοὺ γάρ σοι καὶ τήμερον ἐπέστη Χριστὸς ἐν τῇ καλῇ ταύτῃ ἐκκλησίᾳ, τῇ νέᾳ Ἱερουσαλήμ· ἰδοὺ, ἐπέστη τεσσαρακοστὴ πνευματικήν σοι κολυμβήθραν δεικνύουσα, οὐχ ἕνα ἐτησίῳ κύκλῳ ἄῤῥωστον ἰατρεύουσαν, ἀλλ' ὁλόκληρον λαόν. Ἰδοὺ Ἱερουσαλὴμ, ἰδοὺ ὁ Χριστὸς, ἰδοὺ ἡ τεσσαρακοστὴ, κολυμβήθρα πνευματική. Ἐπίβηθι χαίρων, τῶν αὐτῆς ναμάτων ἀπόλαυε γεγηθὼς, πλῦνον σάρκα, ἀπόπλυνον καρδίαν, σμῆξον ψυχὴν, καθαρὸν νοῦν ἔσωθεν καὶ ἔξωθεν τοῦ τῆς ἁμαρτίας 60.713 ῥύπου· ἀπόπλυνον τὸν Ἀδὰμ, ἀκούσας λέγοντος τοῦ Χριστοῦ, Ἔγειρε, ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει. Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; Στῆθι, πόδας ἔχων εὐαγγελικοὺς, λογισμοὺς φιλοθέους, χεῖρας φιλοτίμους, γόνατα ἀκλινῆ, μηροὺς ἀμοίρους ἡδονῶν, νεφροὺς ἐλευθέρους ἐπιθυμιῶν, ὀσφὺν καὶ κοιλίαν ἀσφαλισθείσας, μελέτην νόμου Θεοῦ, στῆθος, καρδίαν καθαρὰν, τράχηλον, τρόπον εὐπειθῆ, ψυχὴν, γνώμην εὐλαβῆ, στόμα σεμνὸν, κόρην οὐκ ἐκκλίνουσαν, ἀκοὴν εὐσταθοῦσαν, χείλη προφέροντα τὰ φίλα Χριστῷ. Τοιοῦτος γίνου τῆς τεσσαρακοστῆς, ὡς κολυμβήθρας πνευματικῆς πεῖραν λαβών. ∆ιὰ ταύτης γάρ σε θέλει ἐπὶ πλεῖον πλῦναι ἀπὸ τῆς ἀνομίας σου Ἰησοῦς· διὰ ταύτης ἀπὸ τῆς ἁμαρτίας καθᾶραι ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· διὰ ταύτης ἰατρεῦσαι, διὰ ταύτης ἀνακαινίσαι, διὰ ταύτης ἁγνίσαι, διὰ ταύτης πάλιν εἰς μέτρον ἡλικίας ἀγαγεῖν. Καὶ ἵνα σοι καί τι εἴπω κρύφιον ἀλλὰ μὴ τοῦτό σε κατεχέτω, διὰ τὸ τοῦ κριτοῦ φιλότιμον, ἐν νυσταγμῷ· εἴπω τι κρύφιον; ∆ιὰ νηστείας σε θέλει Χριστὸς τὸν ἅπαξ ἀναγεννηθέντα ὕδατι καὶ Πνεύματι καὶ θείῳ πυρὶ εἰς τὴν ἀρχαίαν εὐγένειαν ἀναγαγεῖν. Ἰδού σοι τοῦ ἰατροῦ καὶ κριτοῦ τὸ μυστήριον ἀπεκάλυψα. ∆ιό σε λιτανεύω καὶ δέομαι, μὴ ὡς ἑτοίμως ἔχων τὸ φάρμακον, μείνῃς 60.714 κόπτων συχνά· μὴ ὡς ἑτοίμην ἔχων τὴν μεσῖτιν μετάνοιαν, μείνῃς πράττων τὰ οὐ φίλα Θεῷ, κόσμῳ ἐγκυλινδούμενος, καὶ τὴν πρὸς Θεὸν φιλίαν ἀναβαλλόμενος· μὴ ὡς ἔχων τὸ καθάρσιον, ἀναβάλλου. Ἄδηλον γὰρ τὸ μέλλον, ἄδηλος ἡ αὔριον, ἄδηλος ἡ σήμερον, ἄδηλον τὸ παρόν· ὁδοιπόροι ἐσμὲν ἐν κόσμῳ· οὐ δεσπόται, ἀλλὰ ξένοι, καὶ παρεπίδημοι ἡμεῖς καλούμενοι. Ἐκκαλεῖσθαι τὸν κριτὴν οὐκ ἰσχύομεν, παριστάμενοι τὴν ψυχήν· ἀπαιτούμενοι, χρόνον καὶ καιροῦ ῥοπὴν δανείσασθαι οὐχ εὑρίσκομεν. Μὴ τοίνυν, ὃν τρόπον εὐθυμούμενος ὁ πλούσιος, εὕρωσιν ἡμᾶς οἱ τὴν ψυχὴν ἀπαιτοῦντες παρ' ἡμῶν, ἐν ἀκρασίας νυκτὶ, ἐν κακίας ζόφῳ, ἐν πλεονεξίας σκότῳ· ἀλλ' ἐν ἡμέρᾳ νηστείας, ἐν ἡμέρᾳ σεμνότητος, ἐν ἡμέρᾳ φιλαδελφίας, ἐν φωτὶ θεοσεβείας, ἐν ὄρθρῳ πίστεως, ἐλεημοσύνης τε καὶ εὐχῆς· ἵνα ἡμᾶς εὑρόντες υἱοὺς ἡμέρας, προσαγάγωσι τῷ τῆς δικαιοσύνης Ἡλίῳ, οὐ καταλύσαντας τῆς κακίας τὰς ἀποθήκας, ἀλλ' ἐκκενώσαντας καὶ καταλύσαντας, ἑαυτοὺς δὲ διὰ μετανοίας καὶ νηστείας ἀνακαινίσαντας, χάριτι τοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.