1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

11

νόμου ἐπίκειται. Ἔρχεται δὲ ὁ καιρὸς, ὅτε τὰ πράγματα φανερὰ γίνεται, καὶ ἡ σκιὰ ὑποχωρεῖ, καὶ τὰ πράγματα γράμματα συνιστῶσιν. Ἐξῆλθόν ποτε ὄφεις ἐν τῇ ἐρήμῳ, καὶ ἔδακνον τοὺς ἀνθρώπους· καὶ ἐποίησε Μωϋσῆς χαλκοῦν ὄφιν καὶ ἐσταύρωσε, καὶ προσέταξε πάντα τὸν δακνόμενον προσέρχεσθαι καὶ ἰάσεως τυγχάνειν· τοῦτο τοῦ Θεοῦ προοικονομήσαντος ἐν τύπῳ, ἵν', ὅταν ἔλθῃ ἡ ἀλήθεια, ἡ σκιὰ ἀναχωρήσῃ καὶ τύπος δείξῃ τὴν ἀλήθειαν. Ὅτι δὲ τύπος ἦν τῆς ἀληθείας τὸ γινόμενον, οὕτως ἔλεγε Μωϋσῆς· Οὐκ ἔστι τοῦτο ἀλήθεια· τύπος ἐστί· μέλλει ἡ ἀλήθεια. Ὄψεσθε γὰρ τὴν ζωὴν ὑμῶν κρεμαμένην ἔμπροσθεν τῶν ὀφθαλμῶν ὑμῶν νυκτὸς καὶ ἡμέρας, καὶ οὐ πιστεύσετε ἐπὶ τὴν ζωὴν ὑμῶν· Χριστὸν λέγων τὴν ζωὴν κρεμαμένην ἔμπροσθεν τῶν Ἰουδαίων, καὶ μὴ 60.722 πιστεύοντας Ἰουδαίους ὅτι δὴ αὐτός ἐστιν ἡ ζωή. ∆ιὰ τί δὲ ὄφιν ἐκρέμασε Μωϋσῆς ἐπὶ τοῦ σταυροῦ; Εἰς τύπον τοῦ Χριστοῦ, ἐπειδὴ δι' ὄφεως καὶ ξύλου ἁμαρτία ἐγένετο· ἔδει δὲ τὸν Χριστὸν διὰ τοῦ ξύλου τὴν διὰ τοῦ ξύλου ἁμαρτίαν λῦσαι, καὶ τὴν κατάραν τὴν διὰ τοῦ ὄφεως εἰς ἑαυτὸν ἀνασπάσαντα ἀφανίσαι· ἵνα γενόμενος ὑπὲρ ἡμῶν κατάρα, Θεοῦ δικαιοσύνην ἡμῖν χαρίσηται. Καὶ γὰρ οὐκ ἔγνω ἁμαρτίαν, καὶ ὑπὲρ ἡμῶν ἐσταυρώθη, ἵνα ἡμεῖς γενώμεθα Θεοῦ δικαιοσύνη. Ὁ δὲ ὄφις ἐπὶ τοῦ σταυροῦ κρεμάμενος οὐκ ἦν ἀλήθεια· τύπος ἦν· ἡ δὲ σκιὰ τὴν ἀλήθειαν ἔκρυβεν. Ἦλθεν ἡ ἀλήθεια, Χριστός· ἀνέβη ἐπὶ τὸ ξύλον. Τότε Ἰουδαίοις ἀναγινώσκω τὸ Μωϋσέως, καὶ ἀποφράσσω αὐτῶν τὰ στόματα· Καὶ ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἔμπροσθεν τῶν ὀφθαλμῶν ὑμῶν νυκτὸς καὶ ἡμέρας, καὶ οὐ πιστεύσετε ἐπὶ τὴν ζωὴν ὑμῶν. Ὁ δὲ μακάριος ∆αυῒδ πῶς ὑμῖν ἔλεγε περὶ αὐτοῦ; Ἀνέβη εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκε δόματα ἐν ἀνθρώποις. Ἀνέβη εἰς ὕψος ἐπὶ τοῦ σταυροῦ· ᾐχμαλώτευσε τὸν διάβολον, ἔλυσε τὸν θάνατον, προσήλωσε τὴν ἁμαρτίαν, ἔῤῥιψε τὴν κατάραν καὶ τὸν ὄφιν ἀπὸ τοῦ ξύλου. Τῆς ἀληθείας ἐλθούσης, οἱ τύποι ῥίπτονται· αὐτὸς τρόπαιον ἱστᾷ κατὰ τοῦ διαβόλου, καὶ δίδωσι καὶ τοῖς ὑπ' αὐτὸν ὑπηκόοις τὴν κατὰ τοῦ διαβόλου ἐξουσίαν, λέγων πρὸς αὐτούς· ∆ι' ὑμᾶς ὑπὸ κατάραν, δι' ὑμᾶς ὑπὸ νόμον, δι' ὑμᾶς ὑπὸ μαρτυρίαν· δι' ὑμᾶς πόλεμος, δι' ὑμᾶς νίκη. Ἰδοὺ, δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Περὶ νηστείας. Λόγος ζʹ. Ἧκε καὶ σήμερον Ἱερεμίας ὁ προφήτης, ὁ τοὺς ναοὺς παρασκευάζων τοῦ μεγάλου βασιλέως, καὶ διαλέγεται ἡμῖν λέγων· Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐν ἀκάνθαις. Νῦν ἀδιαφόρως τοῖς πᾶσι διαλέγεται, παιδευθεὶς παρὰ τοῦ ∆εσπότου. Πάλαι γὰρ πρὸς ἀπειθῆ λαὸν φθέγγεσθαι μὴ βουλόμενος, ἔπαθεν ἐκεῖνα, ἅπερ αὐτὸς διηγήσατο. Ὁρῶν γὰρ τὸ γένος τῶν ἀνθρώπων ἐν ἁμαρτίαις ἐμπεφυρμένον, οὐκ ἠβούλετο λαλεῖν, λέγων· Ἄρα φόνος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ διὰ τοῦτο ἐπέχω τὸν λόγον, ἕως αὑτοὺς ἐκκαθάρωσιν. Ὥσπερ δοῦλος πιστὸς ἐμπιστευθεὶς τὸ πολύτιμον μύρον, οὐ καταβάλλεται τοῦτο ἐν ἀγγείῳ βεβορβορωμένῳ, ἵνα μὴ τὸ μύρον τὴν εὐωδίαν ἀπολέσῃ· τὸν αὐτὸν τρόπον καὶ ὁ προφήτης ἔχων τὸν λόγον τοῦ μύρου τιμιώτερον, ὁρῶν τοὺς ἀνθρώπους βεβορβορωμένους, ἐπέχει κατασπεῖραι τὸν λόγον. Ὧ δὴ τοῦτο γίνεται ὡς πῦρ καιόμενον ἐν τοῖς ἐγκάτοις αὐτοῦ, καὶ παρεῖτο πάντοθεν, καὶ οὐκ ἠδύνατο φέρειν. Ἔλεγε γὰρ πρὸς αὐτὸν ὁ Θεός· Ἀπεστάλης κηρύττειν· διὰ τί σιωπᾷς; ἀπεστάλης σπεῖραι· διὰ τί τὸν σπόρον ἐπέχεις; Σπεῖρον ἀδιαφόρως ὅ σοι ἐνεπίστευσα, σπεῖραι καὶ ἐπὶ τὰς ἀκάνθας, σπεῖραι καὶ ἐπὶ τὰ