1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

12

πετρώδη, σπεῖραι καὶ ἐπὶ τὴν καλὴν γῆν. Τοῦ σπεῖραι σὺ χρεώστης, καὶ ἡ γῆ τοῦ καρποφορῆσαι. Ἐὰν ἀναβῶσιν ἄκανθαι, καὶ πνίξωσι τὸν σπόρον, σὺ οὐκ ἔσῃ αἴτιος· ἐὰν ἡ καλὴ γῆ καρποφορήσῃ, ἀποδίδωσι καὶ τῆς καλῆς γῆς τὸν σπόρον. ∆οῦλος εἶ· ἐνεπίστευσά σοι τὸ ἀργύριον· δὸς αὐτὸ τοῖς τραπεζίταις, κἀγὼ ἐλθὼν ἀπαιτήσω αὐτὸ παρὰ τῶν τραπεζιτῶν. Ἐάν μοι προσενέγκωσι διπλοῦν ὃ ἐνεπίστευσα αὐτοῖς, καταστήσω αὐτοὺς ἀπὸ μικρῶν ἐπὶ τὰ μεγάλα, ἀπὸ τῶν γηΐνων ἐπὶ τὰ πνευματικά. Ἐὰν δὲ ὑποδεξάμενοι τὸν σπόρον, μὴ ἀξίους ἑαυτοὺς παρασκευάσωσι τοῦ καρποφορῆσαι, ἀλλὰ παραδέξωνται τὰς μερίμνας τοῦ κόσμου, ὅ ἐστιν ἄκανθαι, πυρὸς ἄξιοι γενήσονται. Ἐὰν δὲ καὶ εἰς τὰ πετρώδη μὴ εὑρεθῇ βάθος γῆς· τουτέστιν, ἐὰν εὑρεθῇ σκληροκάρδιος, καὶ μὴ ἔχῃ πίστιν, ἀλλ' ἀποξηράνῃ τὸν σπόρον· ἐκεῖνος δίκην ἀπαιτηθήσεται τῆς σκληροκαρδίας αὐτοῦ. Τὸν αὐτὸν τρόπον καὶ οἱ ἐμπιστευόμενοι τὸ ἀργύριον, ὅσοι διπλοῦν προσάγουσι, τὰ μείζονα ἐμπιστευθήσονται· ὃς δὲ προσενέγκῃ τὸ τάλαντον μόνον, ὃ ἐπιστεύθη, τιμωρίᾳ καταδικασθήσεται. Σὺ δὲ κήρυττε ἀδιαφόρως· τοῖς γὰρ ἀσθενέσιν ἰατρὸς ἀπεστάλης. Καὶ γὰρ ὁ γεωργὸς τὴν ἀγεώργητον γῆν γεωργεῖ, καὶ τὴν ἄσπορον σπείρει. Οὐ γὰρ ἡ 60.722 γεωργηθεῖσα γῆ καὶ ἐσπαρμένη χρείαν ἔχει τοῦ γεωργεῖσθαι, ἢ σπείρεσθαι ἐν δευτέρῳ, οὐδὲ ὁ ὑγιὴς χρείαν ἔχει τοῦ ἰατροῦ· οὕτως οὐδὲ ὁ δίκαιος τῆς διδασκαλίας. Οὐ γὰρ ὁ βλέπων βούλεται ἀναβλέψαι, ἀλλὰ ὁ τυφλός. Οὕτω γάρ φησιν ὁ ∆εσπότης ἐν τοῖς Εὐαγγελίοις· Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ' ἁμαρτωλοὺς εἰς μετάνοιαν. Ἀκολούθως καὶ Παῦλος ἔλεγε· Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Οὕτως ἔλεγε καὶ Πέτρος ἐν ταῖς Πράξεσιν· Ἄνδρες ἀδελφοὶ, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ τοῦ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Καὶ μὴ λέγετε· Πατέρα ἔχομεν τὸν Ἀβραάμ. Λέγω γὰρ ὑμῖν, ὅτι δυνατός ἐστιν ὁ Θεὸς ἐκ τῶν λίθων τούτων τέκνα ἐγεῖραι τῷ Ἀβραάμ. ∆ιὰ τοῦτο παιδευθεὶς ὁ προφήτης ἀδιαφόρως κηρύττειν, ἐβόα· Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐν ἀκάνθαις. Ὥσπερ γὰρ ἡ ἀγεώργητος γῆ νεάζεται ἐν ξύλῳ καὶ σιδήρῳ ἑλκόντων τῶν βοῶν, καὶ οὕτως ὁ γεωργὸς τὸν σπόρον ἐγκαταβάλλει· οὕτω καὶ ἐπὶ τῶν ἀνθρώπων λάβωμεν καὶ ἡμεῖς τὸ ξύλον καὶ τὸν σίδηρον καὶ τὰς βόας ἑλκούσας. Ἤτω ἡμῖν τὸ ξύλον, ὁ σταυρός· ὁ σίδηρος, οἱ ἧλοι· αἱ βόες, ὁ νόμος καὶ οἱ προφῆται, ἕλκοντες ἡμᾶς τῇ διδασκαλίᾳ ἐπὶ τὸν κρεμασθέντα ἐπὶ τοῦ σταυροῦ· ἵνα ἰδὼν μὲν ἡμᾶς παρεσκευασμένους, καταπέμψῃ τὸ Πνεῦμα τὸ ἅγιον εἰς ἁγιασμὸν τῶν ὑδάτων, καὶ εἰς ἀναγέννησιν τῶν νενεασμένων διὰ τῆς διδασκαλίας, κατὰ τὸν μακάριον ∆αυῒδ λέγοντα· Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Κυρίως ὁ ἄνθρωπος προσηγορεύετο, ὅτι Ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Λέγει δὲ καὶ ∆αυΐδ· Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Καὶ πάλιν ἐν τοῖς Εὐαγγελίοις ὁ Χριστὸς προσκαλεσάμενος τοὺς μαθητὰς, ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτῶν· Λάβετε Πνεῦμα ἅγιον. Νεώσωμεν ἑαυτοῖς νεώματα, ἀπόθου τὴν παλαιὰν κακίαν, ἐκρίζωσον τὰς ἀκάνθας τῆς παρακοῆς· ἡνίκα γὰρ παρήκουσεν Ἀδὰμ, ἐξεβλήθη τοῦ παραδείσου. Τοῦτο ἐδέξατο παρὰ τοῦ ∆εσπότου· Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι. Τοῦτο συνειδὼς ὁ προφήτης ἐκήρυττε· Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ' ἀκάνθαις· ἐμφαίνων διὰ τοῦ λόγου, ὥστε ἡμᾶς ἀνανεῶσαι αὑτοὺς 60.723 τῇ μετανοίᾳ, καὶ ἐκριζῶσαι τῆς παρακοῆς τὸ ἐπιτίμιον, τὰς ἀκάνθας. Εἰσὶ δὲ ἄκανθαι ἐν τῷ ἀνθρώπῳ ἔρις, ζῆλος, θυμὸς, διχοστασίαι, ἀκαθαρσίαι, πλεονεξίαι, μοιχεῖαι, ἀνδροφονίαι. Εὐθὺς ἡ