1

 2

 3

 4

 5

 6

 7

2

ἁλύσεως, κατηγοροῦντα μοιχείαν, κατηγοροῦντα τῶν λαμβανόντων, καὶ λέγοντα· Περίεστιν ὁ ἀνὴρ ἔτι, καὶ μοιχεία τὸ γινόμενόν ἐστι Γυνὴ γὰρ δέδεται νόμῳ, ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς. Καὶ πᾶς ὁ ἀπολελυμένην γαμῶν μοιχᾶται. Καὶ πότε, φησὶν, ἐξέσται αὐτῇ δευτέροις ὁμιλῆσαι γάμοις; Πότε; Ὅταν τῆς ἁλύσεως ἀπαλλαγῇ, ὅταν ὁ ἀνὴρ τελευτήσῃ. Τοῦτο γοῦν δηλῶν, οὐ προσέθηκεν, ὅτι Ἐὰν τελευτήσῃ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὸν ᾧ θέλει γαμηθῆναι, ἀλλ', Ἐὰν κοιμηθῇ, μονονουχὶ παραμυθούμενος τὴν ἐν χηρείᾳ, καὶ πείθων μένειν ἐπὶ τῷ προτέρῳ, καὶ μὴ δεύτερον εἰσαγαγεῖν νυμφίον. Οὐκ ἐτελεύτησέ σου ὁ ἀνὴρ, ἀλλὰ καθεύδει. Τίς καθεύδοντα οὐκ ἀναμένει; ∆ιὰ τοῦτό φησιν Ἐὰν δὲ κοιμηθῇ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι· οὐκ εἶπε, Γαμείσθω, ἵνα μὴ δόξῃ βιάζεσθαι καὶ ἀναγκάζειν· οὔτε ἐκώλυσε βουλομένην ὁμιλεῖν δευτέρῳ γάμῳ, οὔτε μὴ θέλουσαν προετρέψατο, ἀλλὰ τὸν νόμον ἀνέγνω εἰπὼν, Ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι. Ἐλευθέραν δὲ αὐτὴν μετὰ τὴν τοῦ ἀνδρὸς τελευτὴν γεγενῆσθαι λέγων, ἔδειξεν ὅτι πρὸ τούτου δούλη ἦν, ζῶντος ἐκείνου· δούλη δὲ οὖσα καὶ ὑποκειμένη τῷ νόμῳ, κἂν μυριάκις βιβλίον ἀποστασίου λάβῃ, τῷ τῆς μοιχείας ἁλίσκεται νόμῳ. Οἰκέταις μὲν γὰρ ἔξεστι δεσπότας ἀμείβειν ζῶντας· γυναικὶ δὲ οὐκ ἔξεστιν ἄνδρας ἀμείβειν, ζῶντος τοῦ ἀνδρός· ἐπεὶ τὸ πρᾶγμα μοιχεία ἐστί. Μὴ γάρ μοι τοὺς παρὰ τοῖς ἔξωθεν κειμένους νόμους ἀναγνῷς, τοὺς κελεύοντας διδόναι βιβλίον ἀποστασίου, καὶ ἀφίστασθαι. Οὐ γὰρ δὴ κατὰ τούτους σοι μέλλει κρίνειν τοὺς νόμους ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀλλὰ καθ' οὓς αὐτὸς ἔθηκε. Καὶ οἱ τῶν ἔξωθεν δὲ νόμοι οὐχ ἁπλῶς, οὐδὲ προηγουμένως τοῦτο τεθείκασιν, ἀλλὰ καὶ αὐτοὶ κολάζουσι τὸ πρᾶγμα· ὥστε καὶ αὐτόθεν δείκνυται, ὅτι ἀηδῶς πρὸς ταύτην ἔχουσι τὴν ἁμαρτίαν. Τὴν γοῦν αἰτίαν τοῦ ἀποστασίου γινομένην γυμνὴν καὶ ἔρημον χρημάτων ἐκβάλλουσι, καὶ ὅθεν ἂν γένηται τῆς διαλύσεως ἡ πρόφασις, καὶ τῇ ζημίᾳ τῆς οὐσίας τοῦτον κολάζουσιν· οὐκ ἂν οὖν τοῦτο ποιήσαντες ἐπῄνουν τὸ γινόμενον. βʹ. Τί οὖν καὶ Μωϋσῆς; Τοῦτο ἔπραττε κἀκεῖνος διὰ τὴν αὐτὴν αἰτίαν. Σὺ δὲ ἄκουε τοῦ Χριστοῦ λέγοντος, ὅτι Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἄκουε αὐτοῦ πάλιν λέγοντος, Ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι, καὶ ὁ ἀπολελυμένην γαμῶν μοιχᾶται. ∆ιὰ τοῦτο ἦλθεν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διὰ τοῦτο δούλου μορφὴν ἔλαβε, διὰ τοῦτο τὸ αἷμα ἐξέχεε τὸ τίμιον, τὸν θάνατον κατέλυσε, τὴν ἁμαρτίαν ἔσβεσε, δαψιλεστέραν τὴν τοῦ Πνεύματος ἔδωκε χάριν, ἵνα πρὸς μείζονά σε ἀγάγῃ φιλοσοφίαν. Ἄλλως δὲ, οὐδὲ ὁ Μωϋσῆς προηγουμένως τοῦτο ἐνομοθέτησεν, ἀλλ' ἀναγκαζόμενος συγκαταβῆναι τῇ τῶν νομοθετουμένων ἀσθενείᾳ. Ἐπειδὴ γὰρ πρὸς φόνους ἦσαν ἕτοιμοι, καὶ συγγενικῶν αἱμάτων τὰς οἰκίας ἐπλήρουν, καὶ οὔτε τῶν οἰκείων, οὔτε τῶν ἀλλοτρίων ἐφείδοντο· ἵνα μὴ κατασφάττωσι τὰς γυναῖκας ἔνδον, ἃς ἂν ἀηδῶς ἔχωσιν, ἐκέλευσεν ἐκβαλεῖν, μεῖζον ἀναιρῶν κακὸν τὴν περὶ τὰς σφαγὰς εὐκολίαν. Ὅτι γὰρ μιαιφόνοι τινὲς ἦσαν, ἄκουε αὐτῶν τῶν προφητῶν λεγόντων· Οἰκοδομοῦντες Σιὼν ἐν αἵματι, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις· καὶ πάλιν, Αἵματα ἐφ' αἵμασι μίσγουσι· 51.220 καὶ πάλιν, Αἱ χεῖρες ὑμῶν αἵματος πλήρεις. Ὅτι δὲ οὐ κατὰ τῶν ἀλλοτρίων μόνον, ἀλλὰ καὶ κατὰ τῶν οἰκείων ἐμαίνοντο, καὶ τοῦτο δηλῶν ὁ Προφήτης ἔλεγε· Καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις. Οἱ δὲ παίδων αὐτῶν μὴ φεισάμενοι, οὐκ ἂν ἐφείσαντο γυναικῶν. Ἵν' οὖν μὴ τοῦτο γένηται, τοῦτο ἐπέτρεψε. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς τοῖς Ἰουδαίοις ἐρωτῶσι καὶ λέγουσι, Πῶς Μωϋσῆς ἐπέτρεψε δοῦναι βιβλίον ἀποστασίου; δεικνὺς ὅτι οὐκ ἀντινομοθετῶν αὐτῷ ταῦτα ἔγραφεν, οὕτω πώς φησι· Μωϋσῆς πρὸς τὴν