1

 2

 3

 4

 5

 6

 7

4

ἀρχὰς καὶ προοίμια λοιπὸν ἐλάμβανε τῆς καινῆς φιλοσοφίας τὰ προστάγματα; Ἐπειδὴ γὰρ πολὺν ἐνετράφησαν τῷ νόμῳ χρόνον, καὶ πρὸς τὰ τελειότερα παραγγέλματα ὁδεύειν ὤφειλον, καὶ πρὸς τὸ τέλος λοιπὸν ἀπήντα αὐτοῖς τὰ τῆς πολιτείας, μετὰ τοῦ προσήκοντος καιροῦ λοιπὸν ἐπὶ ταύτην ἄγει τὴν φιλοσοφίαν αὐτοὺς ὁ προφήτης. Πειθώμεθα τοίνυν τῷ καλῷ τούτῳ νόμῳ, καὶ πάσης αἰσχύνης ἑαυτοὺς ἀπαλλάξωμεν καὶ μήτε τὰς ἑαυτῶν ἐκβάλωμεν, μήτε τὰς ὑπὸ ἑτέρων ἐκβληθείσας δεχώμεθα. Ποίῳ γὰρ ὄψει προσώπῳ τὸν ἄνδρα τῆς γυναικός; ποίοις ὀφθαλμοῖς τοὺς φίλους τοὺς ἐκείνου, τοὺς οἰκέτας; Εἰ γὰρ τελευτήσαντος τοῦ συνοικοῦντος, τὴν γυναῖκά τις τὴν ἐκείνου λαβὼν, εἶτα τὴν εἰκόνα μόνην ἀνακειμένην ἰδὼν, ἔπαθέ τι καὶ ἐδυσχέρανεν, ὡς ζῶντα τὸν ἄνδρα ὁρῶν τῆς αὐτῷ συνοικούσης, ποῖον βιώσεται βίον; πῶς οἴκαδε εἰσελεύσεται; μετὰ ποίας γνώμης, μετὰ ποίων ὀφθαλμῶν ὄψεται τὴν ἐκείνου γυναῖκα τὴν αὑτοῦ; Μᾶλλον δὲ οὐδὲ ἐκείνου, οὔτε αὑτοῦ δικαίως ἄν τις τὴν τοιαύτην προσείποι· ἡ γὰρ μοιχαλὶς οὐδενός ἐστι γυνή. Καὶ γὰρ τὰς πρὸς ἐκεῖνον συνθήκας ἐπάτησε, καὶ πρὸς σὲ μετὰ τῶν προσηκόντων νόμων οὐκ ἦλθε. Πόσης οὐκ ἂν εἴη παρανοίας, πρᾶγμα τοσούτων γέμον κακῶν εἰς τὴν οἰκίαν εἰσαγαγεῖν; Μὴ γὰρ σπάνις ἐστὶ γυναικῶν; Τίνος ἕνεκεν, πολλῶν οὐσῶν, ἃς μετὰ τῶν προσηκόντων νόμων καὶ μετὰ καθαροῦ συνειδότος λαμβάνειν ἔξεστιν, ἐπὶ τὰς κεκωλυμένας τρέχομεν, τὰς οἰκίας ἀνατρέποντες, καὶ πολέμους ἐμφυλίους εἰσάγοντες, καὶ πανταχόθεν ἔχθραν ἑαυτοῖς παρασκευάζοντες, μυρίων κατηγόρων ἀνοίγοντες στόματα, καὶ τὴν ζωὴν τὴν ἑαυτῶν καταισχύνοντες, καὶ, τὸ πάντων χαλεπώτατον, ἀπαραίτητον ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως συνάγοντες ἑαυτοῖς κόλασιν; Τί γὰρ ἐροῦμεν τότε τῷ μέλλοντι κρίνειν ἡμᾶς, ὅταν τὸν νόμον παρενεγκὼν εἰς μέσον καὶ ἀναγνοὺς εἴποι· Ἐκέλευσα ἀπολελυμένην γυναῖκα μὴ λαμβάνειν, εἰπὼν ὅτι μοιχεία τὸ πρᾶγμά ἐστι. Πῶς οὖν ἐτόλμη 51.222 σας ἐπὶ κεκωλυμένον γάμον ἐλθεῖν; Τί ἐροῦμεν, καὶ τί ἀποκρινούμεθα; Οὐ γὰρ δεῖ τοὺς παρὰ τῶν ἔξωθεν κειμένους νόμους ἐκεῖ προβαλέσθαι, ἀλλ' ἀνάγκη σιγῶντας καὶ δεδεμένους εἰς τὸ τῆς γεέννης ἀπάγεσθαι πῦρ μετὰ τῶν μοιχῶν καὶ τῶν τοὺς ἀλλοτρίους ἀδικησάντων γάμους· ὅ τε γὰρ ἀπολύσας χωρὶς αἰτίας, τῆς ἐπὶ πορνείᾳ, ὅ τε ἐκβεβλημένην γαμῶν, τοῦ ἀνδρὸς ζῶντος, ὁμοίως μετὰ τῆς ἐκβληθείσης κολάζονται. ∆ιὸ παρακαλῶ, καὶ δέομαι καὶ ἀντιβολῶ, μήτε ἄνδρας ἐκβάλλειν γυναῖκας, μήτε γυναῖκας ἄνδρας ἀφιέναι, ἀλλ' ἀκούειν τοῦ Παύλου λέγοντος· Γυνὴ δέδεται νόμῳ, ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ. Ποίαν γὰρ ἔχοιεν συγγνώμην οἱ, τοῦ Παύλου καὶ δεύτερον ἐπιτρέποντος γάμον μετὰ τὴν τελευτὴν τοῦ συνοικοῦντος, καὶ τοσαύτην παρέχοντος ἄδειαν, πρὸ τῆς τελευτῆς τολμῶντες τοῦτο ποιεῖν; τίνος ἂν τύχοιεν ἀπολογίας, ἢ οὗτοι οἱ ζώντων τῶν ἀνδρῶν τὰς γυναῖκας λαμβάνοντες, ἢ ἐκεῖνοι οἱ πρὸς τὰς πανδήμους ἀπερχόμενοι πόρνας; Καὶ γὰρ καὶ ἐκεῖνο μοιχείας ἕτερον εἶδος, τὸν γυναῖκα ἔχοντα ἔνδον, πόρναις γυναιξὶν ὁμιλεῖν. Ὥσπερ γὰρ ἡ τὸν ἄνδρα ἔχουσα γυνὴ, κἂν οἰκέτῃ κἂν ἐλευθέρῳ τινὶ γυναῖκα μὴ ἔχοντι ἑαυτὴν ἐκδῷ, τοῖς τῆς μοιχείας ἁλίσκεται νόμοις· οὕτω καὶ ὁ ἀνὴρ, κἂν εἰς πάνδημον πόρνην, κἂν εἰς ἑτέραν γυναῖκα ἄνδρα οὐκ ἔχουσαν ἁμάρτοι, γυναῖκα ἔχων, μοιχείας τὸ πρᾶγμα νενόμισται. Φεύγωμεν τοίνυν καὶ τοῦτον τὸν τρόπον τῆς μοιχείας Τί γὰρ ἕξομεν εἰπεῖν, τί δὲ προβαλέσθαι τοιαῦτα τολμῶντες; ποίαν εὐπρόσωπον παρεξόμεθα πρόφασιν; Τὴν τῆς φύσεως ἐπιθυμίαν; Ἀλλ' ἐφέστηκεν ἡ κληρωθεῖσα γυνὴ, τῆς ἀπολογίας ἡμᾶς ταύτης ἀποστεροῦσα. ∆ιὰ τοῦτο γάμος εἰσενήνεκται, ἵνα μὴ πορνεύσῃς· μᾶλλον δὲ οὐχ ἡ γυνὴ μόνον, ἀλλὰ καὶ ἕτεροι πολλοὶ τῆς αὐτῆς ἡμῖν μετασχόντες φύσεως ταύτης ἡμᾶς