1

 2

 3

 4

 5

 6

 7

5

ἀποστεροῦσι τῆς συγγνώμης. Ὅταν γὰρ ὁ σύνδουλός σου, τὸ αὐτὸ σῶμα ἔχων, τὴν αὐτὴν ἐπιθυμίαν κεκτημένος, ὑπὸ τῆς αὐτῆς ἀνάγκης ὠθούμενος, μηδεμίαν ἑτέραν ἴδῃ γυναῖκα, ἀλλὰ μένῃ τὴν αὐτοῦ στέργων μόνην, ποίαν ἕξεις ἀπολογίαν σὺ τὴν ἐπιθυμίαν προβαλλόμενος; Καὶ τί λέγω τοὺς ἔχοντας γυναῖκας; Ἐννόησόν μοι τοὺς διαπαντὸς ἐν παρθενίᾳ ζῶντας, καὶ μηδ' ὅλως ὁμιλήσαντας γάμῳ, καὶ πολλὴν ἐπιδειξαμένους σωφροσύνην. Ὅταν οὖν ἄλλοι χωρὶς γάμου σωφρονῶσι, ποίας σὺ τεύξῃ συγγνώμης μετὰ γάμον πορνεύων; Ταῦτα καὶ ἄνδρες καὶ γυναῖκες ἀκουέτωσαν, καὶ χῆραι, καὶ γεγαμηκυῖαι· πᾶσι γὰρ ὁ Παῦλος διαλέγεται, καὶ ὁ νόμος οὗτος ὁ λέγων· Γυνὴ δέδεται νόμῳ, ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ. Καὶ ταῖς ἐχούσαις ἄνδρας, καὶ ταῖς οὐκ ἐχούσαις, καὶ ταῖς χηρευούσαις, καὶ ταῖς δεύτερον εἰσαγούσαις νυμφίον, καὶ πάσαις ἁπλῶς ὁ λόγος οὗτος χρήσιμος. Ἡ μὲν γὰρ ἔχουσα ἄνδρα οὐχ αἱρήσεται, ζῶντος ἐκείνου, ἔσεσθαι ἑτέρου, ἀκούσασα ὅτι ζῶντος αὐτοῦ δέδεται· ἡ δὲ ἀποβαλοῦσα πάλιν, ἂν μὲν βουληθῇ δευτέροις ὁμιλῆσαι γάμοις. οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχε, τοῦτο ἐργάζεται, ἀλλὰ μετὰ τῶν κειμένων παρὰ τοῦ Παύλου νόμων, εἰπόντος, Ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ, τουτέστι, μετὰ σωφροσύνης, μετὰ σεμνότητος. Ἂν δ' ἄρα ἕληται πρὸς τὸν ἀπελθόντα τὰς συνθήκας φυλάξαι, ἀκούσεται τοὺς ἀποκειμένους αὐτῇ στεφάνους, καὶ μείζονα λήψεται προθυμίαν. Μακαριωτέρα γάρ ἐστι, φησὶν, ἐὰν οὕτω μείνῃ. δʹ. Ὁρᾷς πῶς ἅπασιν ὁ λόγος χρήσιμος, τῇ τε ἐκείνων ἀσθενείᾳ συγκαταβαίνων, καὶ ταύτας οὐκ ἀποστερῶν τῶν οἰκείων ἐπαίνων; Ὅπερ γὰρ ἐπὶ τοῦ γάμου καὶ ἐπὶ τῆς παρθενίας ἐποίησε, τοῦτο καὶ ἐπὶ τοῦ προτέρου γάμου καὶ τοῦ δευτέρου. Καθάπερ γὰρ ἐκεῖ οὐκ ἀπέκλεισε τὸν γάμον, ἵνα μὴ βαρήσῃ τοὺς ἀσθενεστέρους, οὔτε ἀνάγκην ἐπέθηκεν, ἵνα μὴ τοὺς βουλομένους παρθενεύειν ἀποστερήσῃ τῶν κειμένων στεφάνων, ἀλλ' ἔδειξε μὲν ὅτι καλὸς ὁ γάμος, ἐδήλωσε δὲ ὅτι κρείττων ἡ παρθενία· οὕτω δὴ καὶ ἐνταῦθα πάλιν ἡμῖν ἑτέρους τίθησι βαθμοὺς, δεικνὺς ὅτι μεῖζον μὲν καὶ ὑψηλότερον τὸ τῆς χηρείας, δεύτερον δὲ καὶ κατώτερον τὸ τῶν δευτέρων γάμων, τούς τε ἰσχυροτέρους καὶ μὴ μεταπηδᾷν βουλομένους ἀλείφων, καὶ τοὺς ἀσθενεστέρους οὐκ ἀφιεὶς πεσεῖν. Εἰπὼν γὰρ, Μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτω μείνῃ, ἵνα μὴ νομίσῃς ἀνθρώπινον εἶναι τὸν νόμον, ἀκούων, Κατὰ τὴν ἐμὴν γνώμην, ἐπήγαγε· ∆οκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν. Οὐκ ἔχεις τοίνυν εἰπεῖν, ὅτι ἀνθρωπίνη ἐστὶν ἡ γνώμη, ἀλλὰ τῆς τοῦ Πνεύματος χάριτος ἡ ἀπόφασις, καὶ θεῖος ὁ νόμος. Μὴ τοίνυν Παύλου νομίζωμεν εἶναι ταῦτα λέγοντος, ἀλλὰ τοῦ Παρακλήτου ταῦτα νομοθετοῦντος ἡμῖν. Εἰ δὲ λέγει, ∆οκῶ, οὐχ ὡς οὐκ ἔχων λέγει, ἀλλὰ μετριάζων καὶ συστέλλων ἑαυτόν. Ὅτι μὲν οὖν μακαριωτέρα ἐστὶν, εἶπε· πῶς δὲ μακαριωτέρα, οὐκ ἔτι προσέθηκεν, ἀρκοῦσαν ἀπόδειξιν δοὺς τὸ παρὰ τοῦ Πνεύματος κομίζειν τὴν ἀπόφασιν. Εἰ δὲ βούλει καὶ λογισμοῖς ἐξετάσαι, πολλὴν ἀποδείξεων εὐπορίαν ἐνταῦθα εὑρήσεις· καὶ ὄψει τὴν χήραν μακαριωτέραν οὖσαν, οὐ κατὰ τὸν μέλλοντα αἰῶνα μόνον, ἀλλὰ καὶ κατὰ τὸν παρόντα βίον. Καὶ τοῦτο αὐτὸ μάλιστα οἶδεν ὁ Παῦλος, ὃ καὶ περὶ τῶν παρθένων ᾐνίξατο λέγων. Παραινῶν γὰρ καὶ συμβουλεύων παρθενίαν αἱρεῖσθαι, οὕτω πως ἔλεγε· Νομίζω ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι διὰ τὴν ἐνεστῶσαν ἀνάγκην· καὶ πάλιν, Καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε· παρθένον ἐνταῦθα λέγων, οὐ τὴν ἀποταξαμένην, ἀλλὰ τὴν ἀπειρόγαμον μόνον, καὶ μὴ γενομένην ὑπεύθυνον τῇ τῆς διηνεκοῦς παρθενίας ὑποσχέσει. Θλίψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι· ἐγὼ δὲ ὑμῶν φείδομαι. Ἑνὶ γὰρ καὶ ψιλῷ ῥήματι τούτῳ κατέλιπε τῷ συνειδότι τῶν ἀκροατῶν ἅπαντα ἀναλέξασθαι, τὰς ὠδῖνας, τὰς