1

 2

 3

3

καίτοι δίκαιος ἦσθα, καλέσας ἡμᾶς εἰς ἄριστον, πρῶτος ὑπαντῆσαι καὶ περιπτύξασθαί με καὶ τὰ τῆς φιλοφροσύνης ἐν πᾶσιν ἐπιδείξασθαι· ἀλλὰ σὺ μὲν τοῦτο οὐκ ἐποίησας, «αὕτη δὲ, ἀφ' οὗ εἰςῆλθον εἰς τὸν οἶκόν σου, οὐ διέλειπεν καταφιλοῦσά μου τοὺς πόδας». Βλέπε ταύτης τὸν ἀκόρεστον πόθον καὶ κόλασόν σου τὸν φιλολοίδορον τρόπον· βλέψον εἰς αὐτὴν καὶ κατάμαθε κλαίουσαν, εἰ μὴ καὶ σὺ ἀγαπήσῃς, ἣν ἀκαίρως ἐμίσησας. «Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας, αὕτη δὲ μύρῳ ἤλειψέν μου τοὺς πόδας, οὗ χάριν, λέγω σοι, ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι αἱ πολλαί». Ταύτην οὖν καὶ ἡμεῖς, ἀδελφοὶ, ζηλώσωμεν τὴν πιστὴν καὶ θαυμασίαν πόρνην, καὶ ὡς ἔτι καιρὸν ἔχομεν μετανοίας ἐν 153 ταῖς ὀλίγαις ταύταις ἡμέραις τῆς νηστείας, σπουδάσωμεν διὰ βίου καθαροῦ καὶ πολιτείας ἀρίστης, διὰ νηστείας, δι' ἐλεημοσύνης, διὰ δακρύων, δι' ἐξομολογήσεως κατᾶραι πάντα βόρβορον καὶ κηλῖδα τῶν πολλῶν ἡμῶν ἁμαρτιῶν, ἵνα καὶ τῆς προςηνοῦς φωνῆς ἀκούσωμεν τοῦ φιλανθρώπου δεσπότου, λέγοντος πρὸς ἡμᾶς· ἀφέωνται ὑμῶν αἱ ἁμαρτίαι· ὅπως καὶ τῆς ἐπουρανίου βασιλείας κληρονόμοι γενώμεθα, καὶ τῆς μακαρίας φωνῆς ἀξιωθῶμεν, τῆς λεγούσης· δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν-ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ ἅμα τῷ ἁγίῳ πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.