1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

1

De mutatione nominum

Ἀναγνωσθείσης περικοπῆς, "Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου," πάντων προσδοκώντων εἰς τὴν ἀρχὴν τοῦ θʹ τῶν Πράξεων τὴν ὁμιλίαν

λεχθήσεσθαι, ὅτι ἀναστάσεως ἀπόδειξις ἡ Παύλου κλῆσις.

51.113 αʹ. Ἆρα ταῦτα φορητά; ἆρα ταῦτα ἀνεκτά; Καθ' ἑκάστην ἡμέραν ἡμῖν ἡ σύναξις πρὸς τὸ ἔλαττον συστέλλεται· καὶ μεστὴ μὲν ἡ πόλις ἀνθρώπων, κενὴ δὲ ἡ ἐκκλησία ἀνθρώπων· μεστὴ μὲν ἡ ἀγορὰ, καὶ θέατρα, καὶ περίπατος· ἔρημος δὲ ὁ τοῦ Θεοῦ οἶκος· μᾶλλον δὲ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἔρημος μὲν ἡ πόλις ἀνθρώπων, μεστὴ δὲ ἡ ἐκκλησία ἀνθρώπων. Ἀνθρώπους γὰρ οὐ τοὺς ἐπὶ τῆς ἀγορᾶς δεῖ καλεῖν, ἀλλὰ τοὺς ἐπὶ τῆς ἐκκλησίας ὑμᾶς· οὐκ ἐκείνους τοὺς ῥᾳθυμοῦντας, ἀλλ' ὑμᾶς τοὺς σπουδάζοντας· οὐκ ἐκείνους τοὺς περὶ τὰ βιωτικὰ κεχηνότας, ἀλλ' ὑμᾶς τοὺς τὰ πνευματικὰ τῶν βιωτικῶν προτιμῶντας. Οὐ γὰρ, εἴ τις σῶμα ἀνθρώπου καὶ φωνὴν ἔχει, οὗτος ἅνθρω 51.114 πος· ἀλλ' εἴ τις ψυχὴν ἀνθρώπου, καὶ διάθεσιν ἔχει ψυχῆς. Ψυχῆς δὲ ἀνθρωπίνης οὐδὲν οὕτω τεκμήριον, ὡς τῶν θείων ἐρᾷν λογίων· ὥσπερ οὐδὲν οὕτω κτηνώδους καὶ ἀλόγου ψυχῆς δεῖγμα καὶ σημεῖον, ὡς τῶν θείων ὑπερορᾷν λογίων. Βούλει μαθεῖν, ὅτι οἱ θείας ἀκροάσεως ὑπερορῶντες, καὶ τὸ εἶναι ἄνθρωποι διὰ τῆς ὑπεροψίας ταύτης ἀπώλεσαν, καὶ τῆς εὐγενείας αὐτῆς ἐξέπεσαν; Οὐκ ἐμὸν ὑμῖν ἐρῶ λόγον, ἀλλὰ προφητικὴν ἐρῶ ῥῆσιν, τὴν ἐμὴν γνώμην κυροῦσαν, ἵν' ἴδητε ὅτι λόγων οὐκ ἐρῶντες πνευματικῶν, οὐδὲ ἄνθρωποι εἶναι δύνανται· ἵνα ἴδητε ὅτι ἔρημος ἡμῖν ἐστιν ἡ πόλις ἀνθρώπων. Ὁ γὰρ μεγαλοφωνότατος Ἡσαΐας, ὁ τῶν παραδόξων ὄψεων θεωρὸς, ὁ τὰ σε 51.115 ραφεὶμ ἰδεῖν καταξιωθεὶς ἔτι ὢν ἐν σαρκὶ, ὁ τοῦ μυστικοῦ μέλους ἐκείνου, οὗτος εἰς τὴν πόλιν τῶν Ἰουδαίων τὴν μητρόπολιν εἰσελθὼν τὴν πολυάνθρωπον, τὰ Ἱεροσόλυμα λέγω, ἐν μέσαις ταῖς ἀγοραῖς ἑστὼς, τοῦ δήμου παντὸς αὐτὸν περιεστῶτος, βουλόμενος δεῖξαι, ὅτι ὁ μὴ ἀκούων τῶν λόγων τῶν προφητικῶν, οὐκ ἔστιν ἄνθρωπος, ἐβόα λέγων· Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὑπακουσόμενος. Καὶ ὅτι οὐ διὰ τὴν ἐρημίαν τῶν παρόντων, ἀλλὰ διὰ τὴν ῥᾳθυμίαν τῶν ἀκροωμένων τοῦτο εἶπεν, εἰπὼν, Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος, ἐπήγαγε, καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος. Ὥστε παρῆσαν μὲν, οὐκ ἐνομίζοντο δὲ παρεῖναι, ἐπειδὴ τοῦ προφήτου οὐκ ἤκουον· διὰ τοῦτο ἐπειδὴ ἦλθε, καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσε, καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος, πρὸς τὰ στοιχεῖα τρέπει τὸν λόγον, καί φησιν, Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. Ἐγὼ μὲν γὰρ, φησὶ, πρὸς ἀνθρώπους ἀπεστάλην, πρὸς ἀνθρώπους νοῦν ἔχοντας· ἐπειδὰν δὲ οὔτε λόγον, οὔτε αἴσθησιν ἔχοντες ὦσι, διὰ τοῦτο τοῖς οὐκ ἔχουσιν αἴσθησιν στοιχείοις διαλέγομαι, εἰς κατηγορίαν τῶν αἰσθήσει τετιμημένων μὲν, οὐ χρωμένων δὲ τῇ τιμῇ. Οὕτω καὶ ἕτερος προφήτης φησὶν ὁ Ἱερεμίας. Καὶ γὰρ καὶ ἐκεῖνος ἐν μέσῳ πλήθει τῶν Ἰουδαίων ἑστὼς, ἐν αὐτῇ τῇ πόλει, ὥσπερ οὐδενὸς παρόντος, οὕτως ἐβόα· Πρὸς τίνα λαλήσω καὶ διαμαρτυροῦμαι; Τί λέγεις; τοσοῦτον πλῆθος ὁρῶν, ἐρωτᾷς, πρὸς τίνα λαλήσεις; Ναὶ, φησί· τὸ πλῆθος γὰρ τῶν σωμάτων ἐστὶν, ἀλλ' οὐ πλῆθος ἀνθρώπων· σωμάτων ἐστὶ πλῆθος οὐκ ἐχόντων ἀκοήν. ∆ιά τοι τοῦτο καὶ ἐπήγαγεν· Ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν. Ὁρᾷς ὅτι πάντες οὗτοι διὰ τὸ μὴ ἀκούειν οὐκ εἰσὶν ἄνθρωποι; Ἐκεῖνός φησιν, Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος· οὗτός φησι, Πρὸς τίνα λαλήσω καὶ διαμαρτυροῦμαι; ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ