1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

5

δοκεῖ; Κἀκεῖ μὲν, Κράτιστε Θεόφιλε, μετ' ἐγκωμίου τὸ ὄνομα· οὐδὲ γὰρ ἁπλῶς τοῦτο τοῖς ἁγίοις εἴρηται. Καὶ τάχα καὶ τοῦτο ἀπὸ μέρους ἐδείξαμεν, ὅτι οὐδὲ ἰῶτα ἓν, οὐδὲ μίαν κεραίαν ἁπλῶς ἔστιν ἰδεῖν ἐν ταῖς Γραφαῖς κειμένην. Εἰ τοίνυν ἐν τῷ προοιμίῳ τοσαῦτα ζητήματα, πόσον ἐμέλλομεν ἀναλίσκειν χρόνον τὰ ἑξῆς ἅπαντα ἐπιόντες; ∆ιὰ ταῦτα ἠναγκάσθην τὸ ἐν μέσῳ παραδραμὼν, πρὸς Παῦλον ἐλθεῖν. Τίνος οὖν ἕνεκεν τὰ ζητήματα εἰπόντες, τὴν λύσιν αὐτῶν οὐκ ἐπηγάγομεν; Ἐθίζοντες ὑμᾶς μὴ διὰ παντὸς μεμασημένην δέχεσθαι τὴν τροφὴν, ἀλλὰ πολλαχοῦ καὶ αὐτοὺς ἐπάγειν τὴν λύσιν τοῖς νοήμασιν, ὅπερ ποιοῦσιν αἱ περιστεραί. Καὶ γὰρ ἐκεῖναι τοὺς νεοττοὺς, ἕως μὲν ἂν ἐν τῇ καλιᾷ μένουσι, τῷ οἰκείῳ τρέφουσι στόματι· ἐπειδὰν δὲ αὐτοὺς δυνηθῶσιν ἐξαγαγεῖν τῆς νοσσιᾶς, καὶ ἴδωσιν αὐτοῖς παγέντα τὰ πτερὰ, οὐκέτι τοῦτο λοιπὸν ποιοῦσιν, ἀλλὰ φέρουσι μὲν τὸν κόκκον ἐπὶ τοῦ στόματος καὶ δεικνύουσιν· ἐπειδὰν δὲ οἱ νεοττοὶ προσδοκήσαντες πλησίον ἔλθωσιν, αἱ μητέρες ἀφεῖσαι τὴν τροφὴν ἐπὶ τοῦ ἐδάφους, δι' ἑαυτῶν κελεύουσιν ἀναλέγεσθαι· οὕτω καὶ ἡμεῖς ἐποιήσαμεν, λαβόντες τὴν πνευματικὴν τροφὴν ἐπὶ τοῦ στόματος, ἐκαλέσαμεν ὑμᾶς, ὡς δηλώσοντες ὑμῖν συνήθως τὴν λύσιν· ἐπειδὴ δὲ προσήλθετε καὶ προσεδοκήσατε δέξασθαι, ἀφήκαμεν, ὥστε ὑμᾶς δι' ὑμῶν αὐτῶν ἀναδέξασθαι τὰ νοήματα. ∆ιὰ τοῦτο τὸ προοίμιον ἀφέντες, πρὸς Παῦλον ἐπειγόμεθα. Ἐροῦμεν δὲ οὐχ ὅσα τὴν Ἐκκλησίαν ὠφέλησε μόνον, ἀλλ' ὅσα καὶ ἔβλαψε· καὶ γὰρ ἀναγκαῖος ἡμῖν οὗτος ὁ λόγος. Ἐροῦμεν πῶς ἐμαχήσατο τῷ λόγῳ τοῦ κηρύγματος, πῶς ἐπολέμησε τῷ Χριστῷ, πῶς ἐδίωξε τοὺς ἀποστόλους, πῶς τὰ τῶν πολεμίων ἐφρόνει, πῶς πάντων πλείονα παρεῖχε τῇ Ἐκκλησίᾳ πράγματα. Ἀλλὰ μηδεὶς αἰσχυνέσθω περὶ Παύλου ταῦτα ἀκούων· οὐ γάρ ἐστιν αὐτοῦ κατηγορήματα, ἀλλ' ἐγκωμίων ὑπόθεσις. Οὐ γὰρ κατηγορία αὐτῷ πρότερον ὄντα φαῦλον, ὕστερον γενέσθαι χρηστὸν, ἀλλὰ τὸ πρότερον ὄντα σπουδαῖον, ὕστερον μεταβάλλεσθαι πρὸς πονηρίαν· ἀπὸ γὰρ τοῦ τέλους ἀεὶ τὰ πράγματα κρίνεται. Καὶ γὰρ τοὺς κυβερνήτας, κἂν μυρία ναυάγια ὑπομείνωσιν, ὅταν μέλλωσιν εἰς τὸν λιμένα καταίρειν, ἂν φορτίων πεπληρωμένην ὁλκάδα καταγάγωσιν, οὐ φαμὲν πεπρᾶχθαι κακῶς, τοῦ τέλους τὰ παρελθόντα ἀποκρύψαντος· καὶ τοὺς ἀθλητὰς πάλιν, κἂν μυρία πρότερον 51.120 ἡττηθῶσι, τὴν δὲ περὶ τοῦ στεφάνου πάλην κρατήσωσιν, οὐκ ἀποστεροῦμεν τῶν ἐγκωμίων τῶν ἐπὶ τῇ νίκῃ διὰ τὰ πρότερα. Οὕτω καὶ ἐπὶ Παύλου ποιήσωμεν. Καὶ γὰρ καὶ οὗτος καὶ μυρία ναυάγια ὑπέμεινεν, ἀλλ' ὅτε εἰς τὸν λιμένα καταίρειν ἔμελλε, πεπληρωμένην ἐπήγαγε τῶν φορτίων τὴν ὁλκάδα. Καὶ ὥσπερ ὁ Ἰούδας οὐδὲν ὠφέλησε πρὸ τούτου μαθητὴς ὢν, εἶτα προδότης γενόμενος· οὕτω καὶ οὗτος οὐδὲν παρεβλάβη πρὸ τούτου διώκτης ὢν, μετὰ δὲ ταῦτα γενόμενος εὐαγγελιστής. Ἐγκώμια Παύλου ταῦτά ἐστιν, οὐκ ἐπειδὴ κατέσκαψε τὴν Ἐκκλησίαν, ἀλλ' αὐτὸς αὐτὴν πάλιν ᾠκοδόμησεν· οὐκ ἐπειδὴ ἐπόρθησε τὸν λόγον, ἀλλ' ἐπειδὴ πορθήσας τὸν λόγον, αὐτὸς αὐτὸν πάλιν ηὔξησεν· οὐκ ἐπειδὴ ἐπολέμησε τοὺς ἀποστόλους, οὐκ ἐπειδὴ διεσπάραξε τὴν ἀγέλην, ἀλλ' ἐπειδὴ διασπαράξας, ὕστερον αὐτὸς αὐτὴν συνεκρότησε. εʹ. Τί τούτου παραδοξότερον γένοιτ' ἄν; Ὁ λύκος ἐγένετο ποιμήν· ὁ τὸ αἷμα τῶν προβάτων ἐκπίνων, οὐ διέλιπε τὸ αἷμα ἑαυτοῦ ἐκχέων ὑπὲρ τῆς τῶν προβάτων σωτηρίας. Βούλει μαθεῖν πῶς τὸ αἷμα τῶν προβάτων ἐξέπινε; πῶς ᾑμαγμένη ἦν αὐτοῦ ἡ γλῶσσα; Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου. Ἀλλ' οὗτος ὁ ἀπειλῆς καὶ φόνου ἐμπνέων, καὶ τὸ αἷμα τῶν ἁγίων ἐκχέων, ἄκουσον πῶς τὸ αἷμα τὸ ἑαυτοῦ ἐξέχεεν ὑπὲρ τῶν ἁγίων. Εἰ κατὰ ἄνθρωπον, φησὶν, ἐθηριομάχησα ἐν Ἐφέσῳ· καὶ πάλιν, Καθ' ἡμέραν ἀποθνήσκω· καὶ πάλιν, Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Καὶ ταῦτα ἔλεγεν ὁ παρὼν ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου, καὶ ἦν συνευδοκῶν