1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

6

τῇ ἀναιρέσει αὐτοῦ. Ὁρᾷς πῶς ὁ λύκος ποιμὴν ἐγένετο; Ἆρ' οὐκ αἰσχύνεσθε πρὸ τούτου ἀκούοντες ὅτι διώκτης ἦν καὶ βλάσφημος καὶ ὑβριστής; Εἴδετε πῶς μεῖζον αὐτοῦ ἐποίησε τὸ ἐγκώμιον ἡ προτέρα κατηγορία; Οὐκ ἔλεγον ὑμῖν ἐν τῇ προτέρᾳ συνάξει ὅτι τῶν πρὸ τοῦ σταυροῦ σημείων τὰ μετὰ τὸν σταυρὸν μείζονα ἐγένετο; οὐκ ἔδειξα ὑμῖν καὶ ἀπὸ τῶν σημείων, καὶ ἀπὸ τῆς εὐνοίας τῶν μαθητῶν, καὶ πῶς πρὸ τούτου μὲν ὁ Χριστὸς ἐπιτάττων ἤγειρε τοὺς νεκροὺς, ὕστερον δὲ αἱ σκιαὶ τῶν δούλων αὐτοῦ τοῦτο ἐποίουν; πῶς τότε μὲν αὐτὸς κελεύων ἐθαυματούργει, ὕστερον δὲ οἱ δοῦλοι αὐτοῦ τῷ ὀνόματι αὐτοῦ κεχρημένοι μείζονα ἐποίησαν; οὐκ εἶπον ὑμῖν περὶ τῶν ἐχθρῶν, πῶς διέσεισεν αὐτῶν τὸ συνειδός; πῶς ἐκράτησε τῆς οἰκουμένης ἁπάσης; πῶς μείζονα τὰ σημεῖα μετὰ τὸν σταυρὸν ἦν τῶν πρὸ τοῦ σταυροῦ; Ἀδελφὸς ἐκείνου καὶ ὁ σήμερον εἰσελθὼν λόγος. Τί γὰρ τοῦ κατὰ Παῦλον μεῖζον σημείου γένοιτ' ἄν; Ζῶντα μὲν γὰρ αὐτὸν καὶ ὁ Πέτρος ἠρνήσατο, ἀποθανόντα δὲ ὁ Παῦλος ὡμολόγησε. Τοῦ δὲ νεκροὺς ἐγεῖραι διὰ τῶν σκιῶν μεῖζον σημεῖον ἦν τὸ τὴν γνώμην Παύλου ἐπισπάσασθαι καὶ ἑλεῖν. Ἐκεῖ μὲν γὰρ ἡ φύσις εἵπετο, καὶ οὐκ ἀντέλεγε τῷ ἐπιτάττοντι· ἐνταῦθα δὲ προαίρεσις ἦν τοῦ πεισθῆναι, καὶ τοῦ μὴ πεισθῆναι κυρία· ὅθεν πολλὴ ἡ δύναμις τοῦ πείσαντος δείκνυται. Τοῦ γὰρ φύσιν διορθῶσαι τὸ προαίρεσιν μεταβαλεῖν πολλῷ μεῖζον ἦν· μεῖζον ἄρα τῶν ἄλλων 51.121 ἁπάντων σημεῖον ἐγένετο τὸ Παῦλον προσελθεῖν τῷ Χριστῷ μετὰ τὸν σταυρὸν καὶ τὸν τάφον. Καὶ γὰρ διὰ τοῦτο ἀφῆκεν αὐτὸν ὁ Χριστὸς πᾶσαν τὴν ἔχθραν ἐπιδείξασθαι, καὶ τότε ἐκάλεσεν, ἵνα ἀνύποπτον ποιήσῃ τῆς ἀναστάσεως τὴν ἀπόδειξιν, καὶ τὸν διδασκαλίας λόγον. Πέτρος μὲν γὰρ περὶ αὐτοῦ λέγων ἴσως ὑπωπτεύετο· εἶχε γάρ τις τῶν ἀναισχύντων εἰπεῖν τι. Εἶπον δὲ τῶν ἀναισχύντων, ὅτι κἀκεῖ φανερὰ ἡ ἀπόδειξις ἦν. Καὶ γὰρ καὶ ἐκεῖνος αὐτὸν ἠρνήσατο πρότερον, καὶ ἠρνήσατο μεθ' ὅρκου, ἀλλ' ὅμως τὸν αὐτὸν τοῦτον ὁμολογῶν ὕστερον καὶ τὴν ψυχὴν ἐπέδωκε τὴν ἑαυτοῦ. Εἰ δὲ μὴ ἀνέστη, οὐκ ἂν ὁ ζῶντα ἀρνησάμενος, ὥστε μὴ ἀρνήσασθαι τελευτήσαντα, μυρίους ἂν θανάτους ὑπέμεινε· διὸ καὶ ἐπὶ Πέτρου φανερὰ ἡ ἀπόδειξις τῆς ἀναστάσεως ἦν. Πλὴν ἀλλ' ἐκεῖνο μὲν εἶχον οἱ ἀναίσχυντοι λέγειν, ὅτι ἐπειδὴ μαθητὴς αὐτοῦ ἦν, ἐπειδὴ τραπέζης ἐκοινώνησεν αὐτῷ, καὶ τρία ἔτη αὐτῷ συνεγένετο, ἐπειδὴ διδασκαλίας ἀπήλαυσεν, ἐπειδὴ ἐκολακεύθη ὑπ' αὐτοῦ ἀπατηθεὶς, διὰ τοῦτο κηρύττει αὐτοῦ τὴν ἀνάστασιν· ὅταν δὲ Παῦλον ἴδῃς τὸν οὐκ εἰδότα αὐτὸν, τὸν οὐκ ἀκούσαντα αὐτοῦ, τὸν οὐ μετασχόντα τῆς διδασκαλίας, τὸν καὶ μετὰ τὸν σταυρὸν αὐτῷ πολεμοῦντα, τὸν ἀποκτιννύντα τοὺς εἰς αὐτὸν πιστεύοντας, τὸν πάντα συγχέοντα καὶ ταράττοντα, τοῦτον ἐξαίφνης μεταβεβλημένον, καὶ τοῖς ὑπὲρ τοῦ κηρύγματος καμάτοις ἅπαντας παρελάσαντα τοὺς τοῦ Χριστοῦ φίλους, ποίαν ἕξεις λοιπὸν, εἰπέ μοι, ἀναισχυντίας πρόφασιν, ἀπιστῶν τῷ τῆς ἀναστάσεως λόγῳ; Εἰ γὰρ μὴ ἀνέστη ὁ Χριστὸς, τίς τὸν οὕτως ὠμὸν καὶ ἀπάνθρωπον, τίς τὸν ἐκπεπολεμωμένον καὶ ἠγριωμένον ἐπεσπάσατο ἂν, καὶ πρὸς ἑαυτὸν ἐπηγάγετο; Εἰπὲ γάρ μοι, ὦ Ἰουδαῖε, τίς Παῦλον ἔπεισε προσελθεῖν τῷ Χριστῷ; Πέτρος; ἀλλ' Ἰάκωβος; ἀλλ' Ἰωάννης; Ἀλλ' οὗτοι πάντες αὐτὸν ἐδεδοίκεισαν καὶ ἔφριττον, καὶ οὐχὶ πρὸ τούτου μόνον, ἀλλὰ καὶ ὅτε τῶν φίλων ἐγένετο, ὅτε Βαρνάβας ἐπιλαβόμενος αὐτοῦ τῆς χειρὸς ἐπανήγαγεν εἰς Ἱεροσόλυμα, ἔτι ἐφοβοῦντο κολλᾶσθαι αὐτῷ· καὶ ὁ μὲν πόλεμος ἐλέλυτο, ὁ δὲ φόβος ἐπέμενε τοῖς ἀποστόλοις. Οἱ οὖν καταλλαγέντα αὐτὸν ἔτι φοβούμενοι, ἐχθρὸν ὄντα καὶ πολέμιον ἐτόλμων πεῖσαι; προσελθεῖν γὰρ ὅλως, ἢ στῆναι, ἢ διᾶραι στόμα, φανῆναι δὲ ὅλως ὑπέμενον; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· οὐκ ἦν ἀνθρωπίνη σπουδὴ τὸ γινόμενον, ἀλλὰ θείας χάριτος. Εἰ τοίνυν νεκρὸς ἦν, ὥς φατε, ὁ Χριστὸς, καὶ ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ ἔκλεψαν αὐτὸν, πῶς μείζονα τὰ σημεῖα μετὰ τὸν σταυρὸν ἐγένετο; πῶς πλείων ἡ