1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

10

πόνους τοὺς ὑπὲρ τῆς ἀρετῆς ὑπομενοῦμεν; εἰ πρὸς τὴν ἀκρόασιν οὕτω βάναυσοι, πόθεν δῆλον, ὅτι πρὸς τὴν πρᾶξίν ἐσμεν διεγηγερμένοι; εἰ τὸ εὐκολώτερον παραπεμψώμεθα, πῶς τὸ δυσκολώτερον οἴσομεν; Ἀλλὰ πολλὴ ἡ στενοχωρία, πολλὴ ἡ βία. Ἀλλ' ἄκουσον ὅτι βιασταὶ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν, ὅτι στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Ἐπεὶ οὖν στενὴν καὶ τεθλιμμένην ὁδὸν βαδίζομεν, δεῖ ἡμᾶς καὶ ἑαυτοὺς στενοχωρεῖν καὶ θλίβειν, ἵνα δυνηθῶμεν διοδεῦσαι τὴν στενὴν καὶ τεθλιμμένην ὁδόν. Ὁ γὰρ ἐμπλατύνων ἑαυτὸν, οὐκ ἂν οὕτω ῥᾳδίως τὴν ἐστενωμένην ὁδὸν διαδράμοι, ἀλλ' ὁ συνέχων, καὶ θλίβων, καὶ πιέζων. βʹ. Οὐδὲ γὰρ περὶ τῶν τυχόντων ἐστὶν ἡμῖν ἡ ζήτησις τήμερον, ἀλλ' ὑπὲρ ζητήματος τὴν ἀρχὴν μὲν λαβόντος χθὲς, τὴν δὲ λύσιν μὴ λαβόντος διὰ τὸ πολλὰ γενέσθαι τὰ προβληθέντα. Τί δὴ τοῦτό ἐστι; Περὶ τῆς τῶν ὀνομάτων θέσεως ἐζητοῦμεν, ἅπερ ἐπέθηκε τοῖς ἁγίοις ὁ Θεός. Τοῦτο δὲ τὸ πρᾶγμα δοκεῖ μὲν ψιλὸν εἶναι, εἴ τις ἀκούσειε· πολὺν δὲ ἔχει θησαυρὸν, εἴ τις μετὰ ἀκριβείας προσέχοι. Καὶ γὰρ τὴν χρυσῖτιν γῆν τὴν ἐν τοῖς μετάλλοις κειμένην οἱ μὲν ἄπειροι καὶ ἁπλῶς ὁρῶντες γῆν νομίζουσιν εἶναι μόνον 51.126 ψιλὴν, καὶ οὐδὲν πλέον ἔχειν τῆς ἑτέρας· οἱ δὲ τοῖς ὀφθαλμοῖς τῆς τέχνης καταμανθάνοντες ἴσασι τῆς γῆς ταύτης τὴν εὐγένειαν, καὶ τῷ πυρὶ παραδόντες αὐτῆς τὴν βάσανον, ἅπασαν αὐτῆς ἐκκαλύπτουσι τὴν ὑπεροχήν. Οὕτω δὴ καὶ ἐπὶ τῶν θείων Γραφῶν, οἱ μὲν ἁπλῶς ἀναγινώσκοντες τὰ γράμματα, γράμματα εἶναι νομίζουσι ψιλὰ καὶ τῶν ἄλλων πλέον ἔχειν οὐδέν· οἱ δὲ τοῖς τῆς πίστεως ὀφθαλμοῖς αὐτὰ καταμανθάνοντες, καθάπερ ἐκεῖνοι τοῖς τῆς τέχνης ὀργάνοις, πυρὶ τοῦ Πνεύματος παραδιδόντες αὐτῶν τὴν ἐξέτασιν, ἅπαντα τὸν χρυσὸν αὐτῶν ὄψονται ῥᾳδίως. Πόθεν οὖν ἡ ἀρχὴ τῆς ζητήσεως γέγονεν; Οὐδὲ γὰρ ἁπλῶς ἐνεπέσαμεν εἰς τὴν πραγματείαν ταύτην, ἵνα μή τις ἡμῶν ἀκαιρίαν καταγινώσκῃ· ἀλλ' ἐπεθυμήσαμεν εἰπεῖν τὰ Παύλου κατορθώματα, τῶν Πράξεων τῶν ἀποστολικῶν ὑμῖν ὑπαναγινωσκομένων, καὶ ἡψάμεθα τοῦ προοιμίου τῆς ἱστορίας· ηὕραμεν δὲ τὴν ἀρχὴν τοῦ διηγήματος οὕτως ἔχουσαν· Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου. Εὐθέως ὑμᾶς διετάραξεν ἡ τοῦ ὀνόματος ἐναλλαγή· εὑρίσκομεν γὰρ ἐν ταῖς Ἐπιστολαῖς ἁπάσαις, καὶ ἐν τοῖς προοιμίοις ἐκείνοις οὐ Σαῦλον αὐτὸν, ἀλλὰ Παῦλον καλούμενον, καὶ τοῦτο οὐκ ἐπὶ τούτου μόνου, ἀλλὰ καὶ ἐπὶ πολλῶν ἑτέρων γινόμενον. Καὶ γὰρ καὶ ὁ Πέτρος Σίμων ἐλέγετο πρὸ τούτου, καὶ τὰ τέκνα Ζεβεδαίου Ἰάκωβος καὶ Ἰωάννης Υἱοὶ βροντῆς μετωνομάσθησαν ὕστερον, καὶ ἐν τῇ Παλαιᾷ δὲ τὸ ἔθος αὐτὸ τοῦτο ἴδοι τις ἂν ἐπ' ἐνίων κρατῆσαν· καὶ γὰρ ὁ Ἀβραὰμ πρότερον Ἀβρὰμ λεγόμενος μετὰ ταῦτα Ἀβραὰμ ἐκαλεῖτο, καὶ Σάῤῥα πρὸ τούτου Σάρα, μετὰ δὲ ταῦτα Σάῤῥα ὠνομάσθη, καὶ ὁ Ἰακὼβ δὲ μετὰ ταῦτα Ἰσραὴλ προσηγορεύετο· ἄτοπον οὖν ἔδοξεν ἡμῖν εἶναι τοσοῦτον ὀνομάτων θησαυρὸν παραδραμεῖν ἁπλῶς. Τοῦτο δὲ καὶ ἐπὶ ἀρχόντων τῶν ἔξωθεν συμβαῖνον εὕροι τις ἄν· καὶ γὰρ καὶ ἐκείνοις διπλοῦς ὁ χρηματισμὸς τῶν ὀνομάτων. Ὅρα δέ· ∆ιεδέξατο, φησὶ, τὸν Φήλικα Πόρτιος Φῆστος· καὶ πάλιν, Συνῆν τις τῷ ἀνθυπάτῳ καλουμένῳ Σεργίῳ Παύλῳ· καὶ ὁ τὸν Χριστὸν ἐκδοὺς τοῖς Ἰουδαίοις Πόντιος Πιλάτος ἐλέγετο. Οὐ τοῖς ἄρχουσι δὲ μόνον, ἀλλὰ καὶ τοῖς στρατιώταις πολλάκις διπλᾶ τὰ ὀνόματα, καὶ τοῖς τὸν ἰδιωτικὸν ἀνῃρημένοις βίον ἀπὸ αἰτίας τινὸς καὶ ὑποθέσεως διπλῆ γέγονεν ἡ προσηγορία. Ἀλλ' ὑπὲρ μὲν ἐκείνων οὐδὲν ἡμῖν ὄφελος ζητεῖν πόθεν οὕτως ἐκλήθησαν· ὅταν δὲ ὁ Θεὸς ὀνομάζῃ, πᾶσαν ἐπιδείκνυσθαι σπουδὴν χρὴ ὡς εὑρεῖν τὴν αἰτίαν. Οὐδὲν γὰρ ἁπλῶς οὔτε εἰκῆ οὔτε ποιεῖν οὔτε λέγειν ὁ Θεὸς εἴωθεν, ἀλλ' ἕκαστον μετὰ τῆς αὐτῷ προσηκούσης σοφίας. Τί δήποτε οὖν Σαῦλος ἐλέγετο, ὅτε ἐδίωκεν, καὶ Παῦλος μετωνομάσθη, ὅτε ἐπίστευσε; Τινές φασιν ὅτι ἡνίκα μὲν ἐθορύβει καὶ ἐτάραττε καὶ