1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

11

συνέχεεν ἅπαντα, καὶ τὴν Ἐκκλησίαν ἐσάλευε, Σαῦλος ἐλέγετο, δι' αὐτὸ τοῦτο τὸ σαλεύειν τὴν Ἐκκλησίαν, ἀπὸ τοῦ πράγματος λαβὼν τὴν προσηγορίαν· ἐπειδὴ δὲ ἀπέστη τῆς μανίας ἐκείνης καὶ τὴν ταραχὴν ἀπέθετο, καὶ τὸν πόλεμον κατέλυσε, καὶ τοῦ διώκειν ἐπαύσατο, πάλιν Παῦλος ἀπὸ τοῦ παύσασθαι 51.127 μετωνομάσθη· ἀλλ' ἕωλος οὗτος ὁ λόγος καὶ οὐκ ἀληθὴς, καὶ διὰ τοῦτο αὐτὸν τέθεικα εἰς μέσον, ἵνα μὴ παρακρούησθε ταῖς ψιλαῖς αἰτιολογίαις. Πρῶτον μὲν γὰρ οἱ γονεῖς αὐτῷ τοῦτο τεθείκασι τοὔνομα οὐχὶ προφῆταί τινες ὄντες, καὶ τὸ μέλλον προορῶντες. Ἔπειτα εἰ διὰ τοῦτο Σαῦλος ἐλέγετο, ἐπειδὴ τὴν Ἐκκλησίαν ἐσάλευε καὶ ἐτάραττεν, ἔδει παυσάμενον αὐτὸν τοῦ σαλεύειν τὴν Ἐκκλησίαν εὐθέως καὶ τὸ ὄνομα ἀποθέσθαι· νῦν δὲ ὁρῶμεν αὐτὸν τοῦ μὲν σάλου τῶν κατὰ τῆς Ἐκκλησίας ἀποστάντα, τὸ ὄνομα δὲ οὐκ ἀποθέμενον, ἀλλ' ἔτι Σαῦλον λεγόμενον. Καὶ ἵνα μὴ νομίσητε ὅτι παρακρουόμενος ὑμᾶς ταῦτα λέγω, ἄνωθεν ὑμῖν τοῦτο ἀπαριθμήσομαι. Ἐξέβαλον τὸν Στέφανον, φησὶ, καὶ ἐλιθοβόλουν αὐτὸν, καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου· καὶ πάλιν, Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ· καὶ ἀλλαχοῦ, Σαῦλος δὲ ἐλυμαίνετο τὴν Ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας· καὶ πάλιν, Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου· καὶ πάλιν, Ἤκουσε φωνὴν λέγουσαν αὐτῷ, Σαοὺλ, Σαοὺλ, τί με διώκεις; Οὐκοῦν ἐντεῦθεν αὐτὸν ἔδει λοιπὸν ἀποθέσθαι τὸ ὄνομα, καὶ γὰρ ἀπέστη τοῦ διώκειν. Τί οὖν; εὐθέως ἀπέθετο; Οὐδαμῶς, καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον· σκοπεῖτε δέ· Ἠγέρθη Σαῦλος ἀπὸ τῆς γῆς, καὶ ἀνεῳγμένων τῶν ὀφθαλμῶν αὐτοῦ οὐδένα ἔβλεπε· καὶ πάλιν· Εἶπε δὲ Κύριος τῷ Ἀνανίᾳ· Πορεύθητι εἰς τὴν ῥύμην καλουμένην Εὐθεῖαν, εὑρήσεις ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι· καὶ πάλιν, Εἰσελθὼν ὁ Ἀνανίας εἶπε, Σαοὺλ ἀδελφὲ, ἀπέσταλκέ με ὁ Κύριος, ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ, ἵνα ἀναβλέψῃς. Εἶτα ἤρξατο κηρύσσειν καὶ συνέχεε τοὺς Ἰουδαίους, καὶ οὐδὲ οὕτως τὸ ὄνομα ἀπέθετο, ἀλλ' ἔτι Σαῦλος ἐλέγετο. Ἐγνώσθη γὰρ, φησὶ, τῷ Σαύλῳ ἡ ἐπιβουλὴ τῶν Ἰουδαίων. Ἆρ' οὖν ἐνταῦθα μόνον; Οὐδαμῶς, ἀλλ', Ἐγένετο λιμὸς, φησὶ, καὶ ὥρισαν οἱ μαθηταὶ πέμψαι εἰς Ἱεροσόλυμα τοῖς ἁγίοις εἰς διακονίαν. Ἔπεμψαν δὲ διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου. Ἰδοὺ διακονεῖ τοῖς ἁγίοις, καὶ ἔτι Σαῦλος λέγεται. Εἰσῆλθε καὶ μετὰ ταῦτα Βαρνάβας εἰς Ἀντιόχειαν, καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ, καὶ ὅτι πλῆθος ἦν ἐκεῖ πολὺ, ἐξῆλθεν εἰς Ταρσὸν ἀναζητῆσαι Σαῦλον. Ἰδοὺ καὶ ἐπιστρέφει πολλοὺς, καὶ Σαῦλος λέγεται· καὶ πάλιν· Ἦσαν, φησὶν, ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν Ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρώδου τοῦ τετράρχου σύντροφος, καὶ Σαῦλος. Ἰδοὺ καὶ διδάσκαλος ἐγένετο καὶ προφήτης, καὶ ἔτι Σαῦλος ἐλέγετο. Καὶ πάλιν, Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατέ μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον. γʹ. Ἰδοὺ καὶ ἀφορίζεται ὑπὸ τοῦ Πνεύματος, καὶ οὐδέπω τὸ ὄνομα ἀποτίθεται, ἀλλ' ὅτε ἦλθεν εἰς Σαλαμῖνα, ὅτε τὸν μάγον εὗρε, τότε φησὶν ὁ Λουκᾶς περὶ αὐτοῦ· Σαῦλος δὲ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος ἁγίου, εἶπεν. Ἐντεῦθεν ἡ ἀρχὴ τῆς μετονο 51.128 μασίας ἐγίνετο. Μὴ τοίνυν ἀποκάμωμεν τὸν περὶ τῶν ὀνομάτων τοῦτον ζητοῦντες λόγον. Ὀνομάτων γὰρ εὕρεσις καὶ ἐν τοῖς βιωτικοῖς πράγμασι πολλὴν ἔχει τὴν ἰσχύν. Καὶ γὰρ ἀναγνωρισμὸν διὰ πολλοῦ χρόνου πολλάκις εἰργάσατο, καὶ συγγένειαν λανθάνουσαν ἐφανέρωσεν ὀνομάτων εὕρεσις, καὶ ἀμφισβητήσεις ἐν δικαστηρίῳ ἔλυσε, καὶ μάχας καθεῖλε, καὶ πόλεμον ἔσβεσεν ὀνομάτων εὕρεσις, καὶ πολλάκις ὑπόθεσις εἰρήνης γέγονεν. Εἰ δὲ ἐν τοῖς βιωτικοῖς πράγμασι τοσαύτη ἡ δύναμις τῆς τῶν ὀνομάτων εὑρέσεως, πολλῷ μᾶλλον ἐν τοῖς πνευματικοῖς. Πρότερον δὲ