1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

12

ἀνάγκη αὐτὰ τὰ ζητήματα διακρῖναι μετὰ ἀκριβείας. Ζητεῖται τοίνυν πρῶτον μὲν, διὰ τί τῶν ἁγίων τοὺς μὲν ὠνόμασεν ὁ Θεὸς, τοὺς δὲ οὐκ ὠνόμασεν. Οὐ γὰρ δὴ πάντας τοὺς ἁγίους αὐτὸς ὠνόμασεν, οὔτε ἐν τῇ Καινῇ, οὔτε ἐν τῇ Παλαιᾷ· καὶ ὅπερ γέγονεν ἐν τῇ Καινῇ, τοῦτο καὶ ἐν τῇ Παλαιᾷ, ἵνα μάθῃς, ὅτι εἷς ἐστιν ὁ ∆εσπότης ἑκατέρων τῶν διαθηκῶν. Ἐν μὲν οὖν τῇ Καινῇ τὸν Σίμωνα ὁ Χριστὸς Πέτρον ὠνόμασε, καὶ τὰ τέκνα Ζεβεδαίου Ἰάκωβον καὶ Ἰωάννην Υἱοὺς βροντῆς, τούτους μόνους· τῶν δὲ λοιπῶν μαθητῶν οὐδένα, ἀλλ' ἀφῆκεν αὐτοὺς ἐν ταῖς προσηγορίαις, ἐν αἷς ἔθεντο αὐτοὺς οἱ γονεῖς ἐξ ἀρχῆς· ἐν δὲ τῇ Παλαιᾷ τὸν Ἀβραὰμ ὁ Θεὸς μετωνόμασε καὶ τὸν Ἰακώβ· οὔτε δὲ τὸν Ἰωσὴφ, οὔτε τὸν Σαμουὴλ, οὔτε τὸν ∆αυῒδ, οὔτε τὸν Ἠλίαν, οὔτε τὸν Ἐλισσαῖον, οὔτε τοὺς λοιποὺς προφήτας, ἀλλ' ἀφῆκεν αὐτοὺς ἐπὶ τῆς προσηγορίας μένειν τῆς ἐν ἀρχῇ. Ἓν μὲν τοῦτο πρῶτον ζήτημά ἐστι, διὰ τί τῶν ἁγίων οἱ μὲν μετωνομάσθησαν, οἱ δὲ οὔ· δεύτερον δὲ μετ' ἐκεῖνο, διὰ τί τούτων οἱ μὲν ἐν μέσῃ τῇ ἡλικίᾳ μετωνομάζοντο, οἱ δὲ ἐξ ἀρχῆς, καὶ πρὸ αὐτῶν τῶν ὠδίνων. Τὸν μὲν γὰρ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην ἐν μέσῃ τῇ ἡλικίᾳ μετωνόμασεν ὁ Χριστός· Ἰωάννην δὲ τὸν Βαπτιστὴν πρὸ αὐτῶν τῶν ὠδίνων. Ἦλθε γὰρ ἄγγελος Κυρίου, καὶ εἶπε· Μὴ φοβοῦ, Ζαχαρία· ἰδοὺ ἡ γυνή σου Ἐλισάβετ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. Εἶδες πῶς πρὸ τῶν ὠδίνων ἡ προσηγορία; Τοῦτο καὶ ἐν τῇ Παλαιᾷ γέγονεν. Ὥσπερ γὰρ ἐν τῇ Καινῇ ὁ μὲν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης εἰς ἄνδρας τελοῦντες μετωνομάσθησαν, καὶ διώνυμοι γεγόνασιν, Ἰωάννης δὲ ὁ Βαπτιστὴς πρὸ αὐτῶν τῶν ὠδίνων καὶ τῶν τόκων ἔλαβε τὴν προσηγορίαν· οὕτω καὶ ἐν τῇ Παλαιᾷ ὁ μὲν Ἀβραὰμ καὶ Ἰακὼβ ἐν μέσῃ τῇ ἡλικίᾳ μετωνομάζοντο· ὁ μὲν γὰρ ἐκαλεῖτο Ἀβρὰμ, καὶ ἐκλήθη Ἀβραάμ· ὁ δὲ ἐκαλεῖτο Ἰακὼβ, ἐκλήθη δὲ Ἰσραήλ.Ὁ δὲ Ἰσαὰκ οὐκ ἔτι οὕτως, ἀλλὰ πρὸ αὐτῶν τῶν ὠδίνων τὸ ὄνομα δέχεται· καὶ καθάπερ ἐκεῖ ὁ ἄγγελος εἶπεν· Ἡ γυνή σου λήψεται ἐν γαστρὶ, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην· οὕτω καὶ ἐνταῦθα ὁ Θεὸς εἶπε πρὸς τὸ Ἀβραάμ· Ἡ γυνή σου Σάῤῥα τέξεται υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ. Ἓν μὲν οὖν τοῦτο ζήτημα, τίνος ἕνεκεν οἱ μὲν μετωνομάσθησαν, οἱ δὲ οὐκέτι· δεύτερον δὲ μετ' ἐκεῖνο, τί δήποτε οἱ μὲν ἐν μέσῃ τῇ ἡλικίᾳ, οἱ δὲ πρὸ αὐτῶν τῶν ὠδίνων, καὶ ταῦτα μὲν ἐν ἑκατέραις ∆ιαθήκαις. Ἡμεῖς δὲ ἐπὶ τὸ δεύτερον ἴωμεν πρότερον· οὕτω γὰρ καὶ ἐκεῖνο σα 51.129 φέστερον ἔσται· καὶ ἴδωμεν τοὺς ἐξ ἀρχῆς ὀνομασθέντας, καὶ ἀναβαίνοντες μετὰ (f. κατὰ) μικρὸν ἐπὶ τὸν πρῶτον ὀνομασθέντα ἄνθρωπον παρὰ τοῦ Θεοῦ ἔλθωμεν, ἵνα ἀπὸ τῆς ἀρχῆς τὰ ζητήματα τὴν λύσιν λαμβάνῃ. Τίνα οὖν πρῶτον ὠνόμασεν ὁ Θεός; Τίνα δὲ ἄλλον, ἀλλ' ἢ τὸν πρῶτον πλασθέντα; Οὐδὲ γὰρ ἦν ἄλλος ἄνθρωπος οὐδεὶς, ὥστε ἐπιθεῖναι αὐτῷ προσηγορίαν. Τίνα οὖν τοῦτον ὠνόμασεν; Ἀδὰμ τῇ Ἑβραίων φωνῇ· οὐ γάρ ἐστιν Ἑλληνικὸν τὸ ὄνομα, εἰς δὲ τὴν Ἑλλάδα μεταβαλλόμενον, οὐδὲν ἄλλο δηλοῖ, ἀλλ' ἢ τὸν γήϊνον· τὸ γὰρ Ἐδὲμ τὴν παρθένον σημαίνει γῆν· τοιοῦτον δὲ ἦν τὸ χωρίον ἐκεῖνο, ἐν ᾧ τὸν παράδεισον ἐφύτευσεν ὁ Θεός. Ἐφύτευσε γὰρ τὸν παράδεισον ὁ Θεὸς, φησὶν, ἐν Ἐδὲμ κατὰ ἀνατολάς· ἵνα μάθῃς, ὅτι οὐκ ἀνθρωπίνων χειρῶν ἔργον ἦν ὁ παράδεισος· παρθένος γὰρ ἦν ἡ γῆ, καὶ οὔτε ἄροτρον δεξαμένη ἦν, οὔτε εἰς αὔλακα διανοιγεῖσα, ἀλλ' ἄπειρος οὖσα γεωργικῶν χειρῶν ἀπὸ ἐπιταγῆς μόνον ἐβλάστησε τὰ δένδρα ἐκεῖνα. ∆ιὰ τοῦτο Ἐδὲμ αὐτὴν ἐκάλεσεν, ὅπερ ἐστὶ παρθένος γῆ· αὕτη ἡ παρθένος ἐκείνης τῆς Παρθένου τύπος ἦν. Ὥσπερ γὰρ αὕτη ἡ γῆ μὴ δεξαμένη σπέρματα ἐβλάστησεν ἡμῖν τὸν παράδεισον· οὕτω καὶ ἐκείνη μὴ δεξαμένη σπέρμα ἀνδρὸς ἐβλάστησεν ἡμῖν τὸν Χριστόν. Ὅταν οὖν εἴποι σοι ὁ Ἰουδαῖος, Πῶς ἔτεκεν ἡ παρθένος; εἰπὲ πρὸς αὐτὸν, Πῶς ἐβλάστησεν ἡ παρθένος γῆ τὰ δένδρα ἐκεῖνα τὰ παράδοξα; Τὸ γὰρ Ἐδὲμ παρθένος γῆ λέγεται τῇ Ἑβραίων γλώττῃ· καὶ εἴ τις διαπιστεῖ,