1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

18

ἑαυτοῖς μέγα φρονεῖν, κἂν ἁπάντων ὦμεν σοφώτεροι, μηδὲ ἀτιμάζειν τὰς παρ' ἑτέρων συμβουλίας, κἂν ἁπάντων ὦσιν εὐτελέστεροι. Ἂν μὲν γάρ τι τῶν δεόντων συμβουλεύσῃ τις, κἂν οἰκέτης ᾖ, δέξαι τὴν παραίνεσιν· ἂν δέ τι τῶν ὀλεθρίων, κἂν ἐν ἀξιώματι τυγχάνῃ μεγίστῳ, παράπεμψαι τὴν γνώμην· οὐ γὰρ τῇ ποιότητι τῶν προσώπων 51.136 τῶν συμβουλευόντων, ἀλλ' αὐτῇ τῆς συμβουλῆς τῇ φύσει προσέχειν δεῖ πανταχοῦ. Ὅπερ οὖν καὶ Μωϋσῆς ἐποίησε, παιδεύων ἡμᾶς μὴ ἐρυθριᾷν ἐλεγχομένους, κἂν ὁλόκληρος ἡμῖν δῆμος παρῇ. Ἐγκώμιον γὰρ τοῦτο μέγιστον, καὶ ἔπαινος οὐχ ὁ τυχὼν, καὶ φιλοσοφίας ἔπαινος τῆς ἀνωτάτω, τὸ φέρειν ἔλεγχον γενναίως. Οὐχ οὕτω γὰρ τὸν Ἰοθὼρ ἐπαινοῦμεν καὶ θαυμάζομεν νῦν, ὅτι τὸν Μωϋσέα διώρθωσεν, ὡς ἐκπληττόμεθα τὸν ἅγιον ἐκεῖνον, ὅτι οὔτε ᾐσχύνθη διορθούμενος τοσούτων παρόντων, καὶ μνήμῃ τὸ γεγενημένον παρέδωκε, διὰ πάντων τὴν αὐτοῦ φιλοσοφίαν δείξας, καὶ ὅτι μετὰ πολλῆς τῆς ὑπερβολῆς τὴν παρὰ τῶν πολλῶν κατεπάτησε δόξαν. γʹ. Ἀλλὰ γὰρ ὑπὲρ προοιμίων ἀπολογούμενοι, πάλιν μεῖζον τὸ προοίμιον πεποιήκαμεν· ἀλλ' οὐχ ἁπλῶς οὐδὲ εἰκῆ, ἀλλ' ὑπὲρ τῶν μεγίστων ὑμῖν διαλεγόμενοι καὶ ἀναγκαιοτάτων, ἵνα γενναίως ἐλεγχόμενοι φέρωμεν, ἵνα προθύμως ἐλέγχωμεν τοὺς ἁμαρτάνοντας καὶ διορθῶμεν. Ἀνάγκη δὲ λοιπὸν ἀπολογήσασθαι ὑπὲρ τοῦ μήκους, καὶ εἰπεῖν τίνος ἕνεκεν μακρὰ ποιοῦμεν προοίμια. Τίνος οὖν ἕνεκεν τοῦτο ποιοῦμεν; Πλήθει τοσούτῳ διαλεγόμεθα, ἀνθρώποις γυναῖκας ἔχουσιν, οἰκίας προεστηκόσιν, ἐν ἐργασίᾳ καθημερινῇ ζῶσιν, ἐν βιωτικοῖς πράγμασι. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δυσχερὲς, ὅτι διηνεκῶς εἰσιν ἠσχολημένοι, ἀλλ' ὅτι καὶ ἅπαξ τῆς ἑβδομάδος αὐτοὺς ἐνταῦθα λαμβάνομεν. Βουλόμενοι τοίνυν εὐσύνοπτα κατασκευάζειν αὐτοῖς τὰ λεγόμενα, διὰ τῶν προοιμίων σαφεστέραν ποιῆσαι τὴν διδασκαλίαν σπουδάζομεν. Ὁ μὲν γὰρ μηδὲν ἔργον ἔχων, ἀλλ' ἀεὶ ταῖς Γραφαῖς προσηλωμένος, οὐ δέεται προοιμίων, οὐ δεῖται κατασκευῆς, ἀλλ' ἀκούσας εὐθέως τοῦ λέγοντος, δέχεται τῶν λεγομένων τὴν διάνοιαν· ἄνθρωπος δὲ τὸν μὲν πλείω χρόνον πράγμασι βιωτικοῖς προσδεδεμένος, ὀλίγον δὲ καὶ βραχὺ ἐνταῦθα παραγενόμενος, ἂν μὴ προοιμίων ἀκούσῃ καὶ κατασκευῆς πλείονος, καὶ πανταχόθεν ἴδῃ προοδοποιηθέντα αὐτῷ τὸν λόγον, οὐδὲν κερδάνας ἀπέρχεται. Οὐ τοῦτο δὲ μόνον ἡμῖν ἐστιν αἴτιον τοῦ μήκους τῶν προοιμίων, ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου. Τῶν γὰρ πολλῶν τούτων οἱ μὲν παραγίνονται, οἱ δὲ οὐ παραγίνονται πολλάκις. Ἀνάγκη τοίνυν τοὺς μὲν παραγενομένους ἐπαινέσαι, τοὺς δὲ μὴ παραγενομένους μέμψασθαι, ἵνα ἐκεῖνοι μὲν τοῖς ἐπαίνοις σπουδαιότεροι γένωνται, οὗτοι δὲ διὰ τῶν ἐγκλημάτων τὴν ῥᾳθυμίαν ἀποθῶνται. Ἔστι καὶ ἑτέρα χρεία προοιμίων ὑμῖν. Ὑποθέσεως ἁπτόμεθα μακροτέρας πολλάκις, ἢν οὐ δυνατὸν ἐν ἡμέρᾳ μιᾷ πρὸς τέλος ἀγαγεῖν, ἀλλὰ καὶ δευτέρας καὶ τρίτης καὶ τετάρτης ἡμῖν ἔστιν ὅτε ἐξηγήσεως εἰς τὴν αὐτὴν ἐδέησε πραγματείαν. Ἀνάγκη τοίνυν καὶ ταύτῃ τῇ δευτέρᾳ ἡμέρᾳ τὰ τέλη τῆς προτέρας διδασκαλίας ἀναλαβεῖν, ἵν' οὕτως ἁρμοσθὲν τῇ ἀρχῇ τὸ τέλος, σαφεστέραν ποιῇ τοῖς παροῦσι τὴν ἐξήγησιν, καὶ μὴ τῆς ἀκολουθίας ἀπηρτημένος ὁ λόγος ἀφανέστερος ᾖ τοῖς ἀκροαταῖς. Καὶ ἵνα μάθῃς ὅτι χωρὶς προοιμίων εἰσαγόμενος λόγος οὐδενὶ γνώριμος ἔσται, ἰδοὺ χωρὶς προοιμίων αὐτὸν εἰσάγω νῦν πείρας ἕνεκεν. Ἐμβλέψας δὲ αὐτῷ ὁ Ἰησοῦς εἶπε, Σὺ εἶ Σίμων υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. Ὁρᾶτε, μὴ συνίετε τὸ λεχθέν; μὴ ἴστε τὴν ἀκολουθίαν, τίνος ἕνεκεν εἴρηται; ἐπειδὴ χωρὶς προοιμίου αὐτὸ εἰσήγαγον, ταὐτὸν ποιήσας, ὥσπερ ἂν εἴ τις ἄνθρωπον πάντοθεν περιβαλὼν εἰς τὸ θέατρον εἰσαγάγοι. Φέρε οὖν, αὐτὸν λοιπὸν ἐκκα 51.137 λύψωμεν, τὸ προοίμιον ἀποδόντες αὐτῷ. Περὶ Παύλου δὲ ὁ λόγος ἦν πρώην ἡμῖν ἐνταῦθα, ὅτε περὶ τῶν ὀνομάτων διελεγόμεθα, καὶ