1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

24

ἀνάγκης προσῆλθε Παῦλος, ἀλλ' ἀπὸ ψυχῆς εὐγνώμονος καὶ ἀδεκάστου συνειδότος. ςʹ. Εἰ δὲ καρτερεῖτε καὶ ὑπομένετε, ἕτερον ἐγγύτερον τούτου λέγω πάλιν, ἀναντίῤῥητον ἔχον ἀπόδειξιν τοῦ μὴ κατ' ἀνάγκην τὸν Παῦλον προσεληλυθέναι τῷ 51.143 Κυρίῳ. Ἦλθεν εἰς τὴν Σαλαμῖνα τῆς Κύπρου μετὰ ταῦτα ὁ Παῦλος, καὶ εὗρεν ἐκεῖ μάγον τινὰ ἀνθιστάμενον τῷ ὑπάτῳ Σεργίῳ. Ὁ δὲ Παῦλος πλησθεὶς Πνεύματος ἁγίου εἶπε πρὸς αὐτὸν, Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; Ταῦτα ὁ διώκτης. ∆οξάσωμεν τοίνυν τὸν μεταβαλόντα αὐτόν. Πρὸ τούτου ἠκούετε ὅτι ἐλυμαίνετο τὴν Ἐκκλησίαν, κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας, παρεδίδου εἰς φυλακήν. Ὁρᾶτε πῶς παῤῥησιάζεται νῦν ὑπὲρ τοῦ κηρύγματος. Οὐ παύσῃ διαστρέφων, φησὶ, τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; Καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σὲ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων ἕως καιροῦ. Τὸ φάρμακον τὸ ποιῆσαν αὐτὸν ἀναβλέψαι, τοῦτο ἐπέθηκε καὶ τῷ μάγῳ, ἀλλ' ἔμεινεν ἐπὶ τῆς πηρώσεως ἐκεῖνος· ἵνα μάθῃς ὅτι οὐχ ἡ κλῆσις μόνον προσήγαγε τὸν Παῦλον, ἀλλὰ καὶ ἡ αὐτοῦ ἐκείνου προαίρεσις. Εἰ γὰρ ἡ πήρωσις μόνη τοῦτο ἐποίησεν, ἐχρῆν καὶ ἐπὶ τοῦ μάγου τὸ αὐτὸ γενέσθαι· ἀλλ' οὐκ ἐγένετο. Ἀλλ' ἐκεῖνος μὲν ἐπηροῦτο, ὁ δὲ ἀνθύπατος ἰδὼν τὸ γεγενημένον ἐπίστευσεν. Ἄλλος ἐδέξατο τὸ φάρμακον, καὶ ἄλλος ἀνέβλεψεν. Εἴδετε πόσον ἐστὶν εὐγνωμοσύνη διανοίας, πόσον ἐστὶν ἀπείθεια καὶ σκληροκαρδία. Ἐγένετο πηρὸς ὁ μάγος· κἀκεῖνος μὲν οὐδὲν ἀπώνατο, ἀπειθὴς γὰρ ἦν, ἔγνω δὲ τὸν Χριστὸν ἀνθύπατος. Ἀλλ' ὅτι μὲν ἑκὼν καὶ ἐκ προαιρέσεως προσῆλθεν ὁ Παῦλος, ἱκανῶς ἀποδέδεικται. Βούλομαι δὲ τοῦτον ὑμᾶς ἀκριβῶς εἰδέναι τὸν λόγον, ὅτι μὴ βουλομένους οὐ βιάζεται ὁ Θεὸς, ἀλλὰ βουλομένους ἕλκει. ∆ιὰ τοῦτο γάρ φησιν· Οὐδεὶς ἔρχεται πρός με, ἂν μὴ ὁ Πατήρ μου ἑλκύσῃ αὐτόν. Ὁ δὲ ἕλκων, τὸν βουλόμενον ἕλκει, τὸν κάτω κείμενον καὶ χεῖρα ὀρέγοντα. Καὶ ἵνα μάθητε ὅτι οὐδένα βιάζεται, ἀλλ' ἐὰν αὐτὸς θέλῃ, ἡμεῖς δὲ μὴ θέλωμεν, διαπίπτει τὰ τῆς σωτηρίας ἡμῶν, οὐκ ἐπειδὴ ἀσθενὲς αὐτοῦ τὸ βούλημα, ἀλλ' ἐπειδὴ ἀναγκάσαι οὐδένα θέλει, ἀναγκαῖον τοῦτον ἐξετάσαι τὸν λόγον, ἐπειδὴ πολλοὶ πολλάκις προφάσει ῥᾳθυμίας, τούτῳ κέχρηνται τῷ προσχήματι τῆς ἀπολογίας, καὶ παρακαλούμενοι πολλάκις ἐπὶ φώτισμα, ἐπὶ πολιτείας ἀρίστης μεταβολὴν, ἐφ' ἕτερα τοιαῦτα κατορθώματα, εἶτα καὶ ὡς ὀκνοῦντες καὶ ἀναδυόμενοι τοῦτο ἀποκρίνονται, ὅτι Ἐὰν θέλῃ ὁ Θεὸς, πείσει με, καὶ μεταθήσομαι. Καὶ οὐκ ἐγκαλῶ μὲν αὐτοῖς, ἀλλὰ καὶ σφόδρα 51.144 ἀποδέχομαι, ὅτι καταφεύγουσιν ἐπὶ τὴν βουλὴν τοῦ Θεοῦ· βούλομαι δὲ καὶ τὰ παρ' ἑαυτῶν εἰσφέρειν, καὶ οὕτω λέγειν, Ἐὰν θέλῃ ὁ Θεός. Ἂν γὰρ σαυτὸν ὕπνῳ καὶ ῥᾳθυμίᾳ παραδοὺς, μὴ ἐγχειρῇς μὲν ταῖς ἀγαθαῖς πράξεσι, τὸ δὲ τοῦ Θεοῦ θέλημα προβάλλῃ μόνον, οὐδέποτέ σοι οὐδὲν ἔσται τῶν δεόντων. Ὅπερ γὰρ ἔφην, ἀνάγκῃ καὶ βίᾳ οὐδένα προσάγεταί ποτε ὁ Θεός· ἀλλὰ θέλει μὲν ἅπαντας σωθῆναι, οὐκ ἀναγκάζει δὲ οὐδένα· καθὼς καὶ Παῦλός φησιν, Ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Πῶς οὖν οὐχ ἅπαντες σώζονται, εἰ θέλει πάντας σωθῆναι; Ἐπειδὴ οὐχ ἁπάντων τὸ θέλημα τῷ θελήματι αὐτοῦ ἕπεται, αὐτὸς δὲ οὐδένα βιάζεται. Οὕτω καὶ πρὸς τὴν Ἱερουσαλήμ φησιν· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε; Τί οὖν; Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Ὁρᾷς ὅτι, κἂν θέλῃ ὁ Θεὸς σῶσαι, ἡμεῖς δὲ ἑαυτοὺς μὴ ἐπιδῶμεν, μένομεν ἐπὶ τῆς ἀπωλείας; Οὐ γὰρ ἄκοντα, οὐδὲ μὴ βουλόμενον, ὅπερ λέγω πολλάκις, ἀλλ' ἑκόντα καὶ προαιρούμενον παρεσκεύασται σώζειν ὁ Θεὸς τὸν ἄνθρωπον. Ἄνθρωποι μὲν γὰρ καὶ ἑκόντων καὶ ἀκόντων τῶν οἰκετῶν βούλονται εἶναι καὶ δεσπόζειν· οὐ πρὸς τὸ τοῖς οἰκέταις συμφέρον, ἀλλὰ πρὸς τὴν οἰκείαν χρείαν ὁρῶντες αὐτῶν δεσπόζουσιν· ὁ δὲ