1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

26

Τοῦτο τὸ χωρίον ὑπόθεσίς ἐστιν ἀρετῆς, διδασκαλεῖον φιλοσοφίας· οὐκ ἐν συνάξει μόνον, ὅτε ἀκρόασις Γραφῶν καὶ διδασκαλία πνευματικὴ, καὶ συνέδριον Πατέρων αἰδεσίμων· ἀλλὰ καὶ ἐν παντὶ τῷ λοιπῷ καιρῷ, ἐπίβηθι τῶν προθύρων μόνον, καὶ εὐθέως ἀπέθου τὰς φροντίδας τὰς βιωτικάς. Εἴσελθε τῶν προθύρων εἴσω, καὶ καθάπερ αὔρα τις πνευματικὴ περιίσταταί σου τὴν ψυχήν. Αὕτη ἡ ἡσυχία εἰς φρίκην ἄγει, καὶ διδάσκει φιλοσοφεῖν· ἀνίστησι τὸ φρόνημα, καὶ οὐκ ἀφίησι μεμνῆσθαι τῶν παρόντων, μεθίστησί σε ἀπὸ γῆς εἰς τὸν οὐρανόν. Εἰ δὲ χωρὶς συνάξεως τοσοῦτον τὸ κέρδος τῆς ἐνταῦθα παρουσίας, ὅταν προφῆται πάντοθεν βοῶσιν, ὅταν ἀπόστολοι εὐαγγελίζωνται, ὅταν ὁ Χριστὸς ἐν μέσῳ εἱστήκῃ, ὅταν Πατὴρ ἀποδέχηται τὰ γινόμενα, ὅταν Πνεῦμα ἅγιον παρέχῃ τὴν οἰκείαν ἀγαλλίασιν, πόσης μὲν ὠφελείας ἐμπλησθέντες οἱ παρόντες ἀπέρχονται! οἱ ἀπόντες δὲ πόσην ζημίαν ὑπομένουσιν! Ἐβουλόμην εἰδέναι ποῦ διατρίβουσιν οἱ τῆς συνάξεως καταφρονήσαντες, τί κατέσχεν αὐτοὺς, καὶ τῆς ἱερᾶς ταύτης τραπέζης ἀπήγαγε, περὶ τίνων ἡ διάλεξις. Μᾶλλον δὲ οἶδα σαφῶς· ἢ γὰρ περὶ ἀτόπων καὶ καταγελάστων πραγμάτων διαλέγονται, ἢ βιωτικαῖς εἰσι προσηλωμένοι φροντίσιν· ἀμφοτέρων δὲ ἡ διατριβὴ συγγνώμης ἀπεστέρηται, καὶ κόλασιν ἔχει τὴν ἐσχάτην. Καὶ περὶ μὲν τῆς προτέρας οὐδὲ λόγου δεῖ, οὔτε ἀποδείξεως· ὅτι δὲ καὶ οἱ τὰ τῆς οἰκίας ἡμῖν προβαλόμενοι πράγματα, καὶ τὴν ἀφόρητον ἐκεῖθεν ἀνάγκην λέγοντες, οὐδὲ οὗτοι δύνανται συγγνώμης τυχεῖν, ἅπαξ τῆς ἑβδομάδος ἐνταῦθα καλούμενοι, καὶ οὐδὲ τότε ἀνεχόμενοι τὰ πνευματικὰ τῶν γηΐνων προτιμῆσαι πραγμάτων, ἀπὸ τῶν Εὐαγγελίων δῆλον. Καὶ γὰρ οἱ κληθέντες ἐπὶ τὸν γάμον τὸν πνευ 51.146 ματικὸν, ταύτας προεβάλλοντο τὰς προφάσεις, ὁ μὲν ὅτι ζεῦγος ὠνήσατο, ὁ δὲ ὅτι ἀγρὸν ἐπριάσατο, ὁ δὲ ὅτι νύμφην ἠγάγετο, ἀλλ' ἐκολάσθησαν ὅμως. Ἀναγκαῖαι μὲν αἱ αἰτίαι· ἀλλ' ὅταν ὁ Θεὸς καλῇ, ἀπολογίαν οὐκ ἔχουσι· μετὰ γὰρ τὸν Θεὸν ἡμῖν πάντα ἀναγκαῖα. Μετὰ τὴν ἐκείνου τιμὴν, τότε τὰ ἄλλα ἀπολαυέτω σπουδῆς. Τίς γὰρ οἰκέτης, εἰπέ μοι, πρὶν ἢ τὴν δεσποτικὴν πληρώσῃ διακονίαν, τῶν κατὰ τὴν ἰδίαν οἰκίαν ἐπιμελήσεταί ποτε; Πῶς οὖν οὐκ ἄτοπον ἐπ' ἀνθρώπῳ μὲν, ἔνθα ψιλὸν ὄνομα ἡ δεσποτεία, τοσαύτην τοῖς κυρίοις παρέχειν τὴν αἰδῶ καὶ τὴν ὑπακοὴν, τὸν δὲ ἀληθῶς ∆εσπότην, οὐχ ἡμῶν μόνον, ἀλλὰ καὶ τῶν ἄνω δυνάμεων, μηδὲ τῆς αὐτῆς τοῖς ἡμετέροις συνδούλοις ἀξιοῦν θεραπείας; Εἴθε ἦν δυνατὸν ὑμῖν εἰς τὸ συνειδὸς αὐτῶν εἰσεληλυθέναι, καὶ τότε εἴδετε ἂν καλῶς, πόσων τραυμάτων ἔγεμον, ὅσας ἀκάνθας εἶχον. Καθάπερ γὰρ γῆ, γεωργικῶν οὐκ ἀπολαύουσα χειρῶν, χερσοῦται καὶ ὑλομανεῖ· οὕτω καὶ ψυχὴ, πνευματικῆς οὐκ ἀπολαύουσα διδασκαλίας, ἀκάνθας καὶ τριβόλους ἐκπέμπει. Εἰ γὰρ ἡμεῖς οἱ καθ' ἑκάστην ἡμέραν τῆς τῶν προφητῶν καὶ ἀποστόλων μετέχοντες ἀκροάσεως, μόλις κατέχομεν θυμὸν, μόλις χαλινοῦμεν ὀργὴν, μόλις καταστέλλομεν ἐπιθυμίαν, μόλις ἐκβάλλομεν τηκεδόνα φθόνου, συνεχεῖς ἐπῳδὰς τὰς ἀπὸ τῶν θείων Γραφῶν ἐπᾴδοντες τοῖς ἡμετέροις πάθεσι, μόλις καταστέλλομεν τὰ ἀναίσχυντα θηρία· ἐκεῖνοι οἱ μηδέποτε ταύτης ἀπολαύοντες τῆς ἰατρείας, μηδὲ τῆς θείας ὑπακούοντες φιλοσοφίας, ποίαν σωτηρίας ἐλπίδα ἕξουσιν, εἰπέ μοι; Ἐβουλόμην δύνασθαι δεῖξαι τοῖς ὑμετέροις ὀφθαλμοῖς τὴν ἐκείνων ψυχὴν, καὶ εἴδετε ἂν ῥυπῶσαν, αὐχμῶσαν, κατακεχυμένην, καὶ τεταπεινωμένην, καὶ ἀπαῤῥησίαστον. Ὥσπερ γὰρ τὰ βαλανείων οὐκ ἀπολαύοντα σώματα αὐχμοῦ καὶ ῥύπου γέμει πολλοῦ· οὕτω καὶ ἡ ψυχὴ, διδασκαλίας οὐκ ἀπολαύουσα πνευματικῆς, πολλὴν τῶν ἁμαρτημάτων ἔχει περικειμένην αὐτῇ τὴν κηλῖδα. Καὶ γὰρ βαλανεῖόν ἐστι τὰ ἐνταῦθα πνευματικὸν, τῇ θέρμῃ τοῦ Πνεύματος πάντα ἀποσμῆχον ῥύπον· μᾶλλον δὲ οὐχὶ ῥύπον ἀποσμῆχον μόνον τὸ τοῦ Πνεύματος πῦρ, ἀλλὰ καὶ βαφήν. Ἐὰν γὰρ ὦσι, φησὶν, αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα