1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

31

εʹ. ∆εῖ δὲ ταῦτα ἀποδεῖξαι ὑμῖν πάντα, ὅτι πρῶτοι Παύλου τῆς διδασκαλίας Κορίνθιοι τότε ἀπήλαυσαν, ὅτι χαρισμάτων ἦσαν πνευματικῶν πεπληρωμένοι, ὅτι καὶ βιωτικοῖς πλεονεκτήμασιν ἐκράτουν, ὅτι διὰ ταῦτα ἀπονοηθέντες ἀλλήλοις ἀπεῤῥάγησαν, καὶ οἱ μὲν τούτοις, οἱ δὲ ἐκείνοις προσένεμον ἑαυτούς. Ὅτι μὲν οὖν πρῶτοι τῆς Παύλου διδασκαλίας ἀπήλαυσαν, ἄκουσον πῶς αὐτὸ τοῦτο ὁ Παῦλος ᾐνίξατο· Ἐὰν γὰρ, φησὶ, πολλοὺς παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ Ἰησοῦ, ἀλλ' οὐ πολλοὺς πατέρας. Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα· ὁ δὲ γεννήσας πρῶτος εἰς φῶς ἄγει τὸ τεχθέν. Καὶ πάλιν, Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισε· δεικνὺς ὅτι πρῶτος τὴν διδασκαλίαν κατεβάλλετο. Ὅτι δὲ χαρίσμασιν ἐκόμων πνευματικοῖς, ἐκεῖθεν δῆλον· Εὐχαριστῶ τῷ Θεῷ μου ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ, τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι. Καὶ μὴν ὅτι σοφίας μετεῖχον 51.152 τῆς ἔξωθεν, ἐξ ὧν πολλοὺς καὶ μακροὺς κατὰ τῆς σοφίας ἀποτείνει λόγους, δῆλον ἡμῖν ἐποίησεν. Οὐδαμοῦ γὰρ αὐτὸ ταχέως ἐν ἑτέρᾳ ποιήσας Ἐπιστολῇ, ἐνταῦθα καὶ πολλῇ κέχρηται τῇ κατηγορίᾳ· καὶ μάλα εἰκότως. Ἐπειδὴ γὰρ ἐντεῦθεν ἡ φλεγμονὴ γέγονεν, ἐκεῖ καὶ τὴν τομὴν ἐπήγαγεν, οὕτω λέγων· Οὐ γὰρ ἀπέστειλέ με Χριστὸς βαπτίζειν, ἀλλ' εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ. Ὅρα πόση κατηγορία τῆς ἔξωθεν σοφίας, ὅτι μὴ μόνον μηδὲν φαίνεται συντελοῦσα πρὸς τὴν εὐσέβειαν, ἀλλὰ καὶ ἐμπόδισμα καὶ κώλυμα γίνεται. Καθάπερ γὰρ τὰ λαμπρὰ τῶν σωμάτων, καὶ τῶν ὄψεων εὐειδεῖς καὶ καλαὶ, ἂν μέν τινα καλλωπισμοῦ προσθήκην ἔξωθεν λάβωσιν, εἰς τὴν τῆς οἰκείας εὐμορφίας βλάπτονται δόξαν, τῶν ὑπογραμμάτων καὶ τῶν ὑπογραφῶν καὶ τῆς ἄλλης ἐπιτεχνήσεως μεριζομένων πρὸς ἑαυτὰς τὸν τοῦ κάλλους ἔπαινον· ἂν δὲ μηδὲν ἐπαγάγῃς αὐταῖς, μᾶλλον αὐτῶν ἐκφαίνεις τὴν εὐμορφίαν, γυμνῆς καθ' ἑαυτὴν τῆς ὥρας ἀγωνιζομένης, καὶ ὁλόκληρον καρπουμένης τὸ θαῦμα· οὕτω καὶ ἐπὶ τῆς εὐσεβείας καὶ τῆς νύμφης τῆς πνευματικῆς, ἂν μέν τι τῶν ἔξωθεν ἐπεισαγάγῃς αὐτῇ, ἢ πλοῦτον, ἢ δυναστείαν, ἢ λόγων ἰσχὺν, ἐκένωσας τὴν δόξαν αὐτῆς, οὐκ ἀφεὶς ὁλόκληρον αὐτῆς φανῆναι τὸ θαῦμα, ἀλλ' εἰς πολλὰ καταμερίσας αὐτῆς τὴν δόξαν· ἐὰν δὲ ἀφῇς γυμνὴν καθ' ἑαυτὴν ἀγωνίζεσθαι, πάντα ἀποστήσας τὰ ἀνθρώπινα, τότε ἀκριβῶς αὐτῆς φανεῖται τὸ κάλλος ἅπαν, τότε ἐκλάμψει σαφῶς ἡ ἄμαχος ἰσχὺς, ὅταν μήτε πλούτου, μήτε σοφίας, μήτε δυναστείας, μήτε εὐγενείας, μήτε ἄλλου τινὸς τῶν ἀνθρωπίνων δεηθεῖσα, πάντων δύνηται κρατεῖν καὶ περιγίνεσθαι, δι' ἀνθρώπων εὐτελῶν καὶ ταπεινῶν καὶ ἠπορημένων καὶ πενήτων καὶ ἰδιωτῶν, καὶ ἀσεβῶν ῥητόρων καὶ φιλοσόφων καὶ τυράννων, καὶ τῆς οἰκουμένης κρατοῦσα ἁπάσης. ∆ιὸ καὶ Παῦλος ἔλεγεν· Οὐκ ἦλθον καθ' ὑπεροχὴν λόγου, κηρύττων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ· καὶ, Τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς. Οὐχ ἁπλῶς εἶπε, τὰ μωρὰ, ἀλλὰ, Τὰ τοῦ κόσμου μωρά· οὐ πάντως δὲ, ὅτι τὰ τοῦ κόσμου μωρὰ, καὶ παρὰ τῷ Θεῷ μωρά· ἀλλὰ πολλοὶ τῶν ἐνταῦθα δοκούντων εἶναι ἀνοήτων, παρὰ τῷ Θεῷ πάντων εἰσὶ τῶν ἄλλων σοφώτεροι· ὥσπερ οὖν καὶ πολλοὶ τῶν ἐν πενίᾳ ζώντων ἐνταῦθα, πάντων εἰσὶν εὐπορώτεροι παρὰ τῷ Θεῷ. Ἐπεὶ καὶ ὁ Λάζαρος ἐκεῖνος πάντων πτωχότερος ὢν ἐν τῷ κόσμῳ, πάντων ἦν εὐπορώτερος ἐν τοῖς οὐρανοῖς. Μωρίαν τοίνυν τοῦ κόσμου καλεῖ τοὺς οὐκ ἔχοντας γλῶτταν ἠκονημένην, τοὺς τῆς ἔξωθεν οὐ μετεσχηκότας σοφίας, τοὺς εὐγλωττίας ἀπεστερημένους. Καὶ τούτους ἐξελέξατο, φησὶν, ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς. Καὶ πῶς, εἰπέ μοι, διὰ τούτων ἐκεῖνοι καταισχύνονται; ∆ιὰ τῆς τῶν πραγμάτων πείρας. Ὅταν γὰρ τὴν χήραν τὴν ἔξω καθημένην καὶ προσαιτοῦσαν, πολλάκις δὲ καὶ τὸ σῶμα ἀνάπηρον οὖσαν ἐξετάσῃς περὶ