1

 2

 3

3

φωνὴ περιγενέσθαι τοῦ λόγου, οὐχ ὁ λύχνος ταῖς αὐγαῖς ἀντισχεῖν τοῦ ἡλίου, ἀλλὰ συστείλας τὸ οἰκεῖον φῶς παρεχώρησε τῇ νικώσῃ τῆς δικαιοσύνης αὐγῇ. Οὕτως δίδωσιν ὁ σωτὴρ τῷ βαπτίσματι χάριν, οὕτως τὸ καθαρὸν τοῦ κυρίου καὶ ἀναρμάρτητον σῶμα τὸν ἐμμένοντα τοῖς ὕδασιν ἀπέσμηξε ῥύπον, ὡς ἔχειν λοιπὸν τῶν ὑδάτων τὴν φύσιν οὐ μόνον τὸ καθαίρειν ἐκ φύσεως, ἀλλὰ καὶ τὸ φωτίζειν ἐκ χάριτος. Ὅθεν οἱ βαπτιζόμενοι λοιπὸν ἐν πνεύματι καὶ ἀληθείᾳ βαπτίζονται, καὶ τοῦτο αὐτὸς ὁ βαπτιστὴς Ἰωάννης σαφῶς κέκραγε λέγων· «Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι καὶ ἀληθείᾳ.» Ὁρᾷς τὸν βαπτιστὴν μετὰ τοσαύτην τιμὴν καὶ ἀξίαν ἔτι σμικρύνοντα μὲν τὸ οἰκεῖον ἔργον, θαυμάζοντα δὲ τοῦ σωτῆρος τὸ δῶρον. Καὶ γὰρ ἀεὶ τὸ πρέπον τῷ Χριστῷ παρεχώρει· διὸ καὶ αὐτὸς δέχεται τὴν ἐξ οὐρανῶν ἐπ' αὐτὸν ἐλθοῦσαν μαρτυρίαν, ἄξιος ὢν τῶν ἐπουρανίων ῥημάτων τε καὶ πραγμάτων. Εἶδε γάρ φησιν, τὸν οὐρανὸν ἀνεῳχθέντα καὶ τὸ πνεῦμα τοῦ θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον πρὸς αὐτὸν καὶ φωνῆς μαρτυρούσης· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα. Ἴσα τῶν πραγμάτων τὰ ῥήματα· καὶ θεωρεῖ γὰρ καὶ ἀκούει Ἰωάννης βαπτίζων. Οὗτος τὴν ἔρημον οὐρανὸν κατεσκεύασεν, οὗτος τὴν οἰκουμένην θεοῦ παράδεισον ἔδειξε τῇ τοῦ βαπτίσματος ποτιζόμενον χάριτι. Ὄντως ὁ νόμος καὶ οἱ προφῆται μέχρις Ἰωάννου, ἀπὸ τότε ἡ βασιλεία τῶν οὐρανῶν εὐαγγελίζεται. Ἐξ ἐκείνου γὰρ ἔστη τῶν προφητῶν τὰ κηρύγματα, ἐκείνου ὑποδείξαντος ὃν ἐκεῖνοι προειρήκασιν. Ἔστη τοῦ νόμου τὸ βάρος, ἐκήρυξε γὰρ μετάνοιαν θεοῦ μακροθυμίαν καταγγέλλουσαν. Ἔστη τὰ πολλὰ τῶν Ἰουδαίων βαπτίσματα, ἓν γὰρ ἐδείχθη δι' ἐκείνου τὸ βάπτισμα, ὃ αὐτὸς παρέχειν εἰς μετάνοιαν ἤρξατο, ὃ δὲ Χριστὸς εἰς ἄφεσιν ἁμαρτιῶν ἐδωρήσατο καὶ ζωὴν αἰώνιον, ᾧ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.