1

 2

 3

 4

 5

 6

1

De negatione Petri

Εἰς τὴν ἄρνησιν Πέτρου, καὶ εἰς τὸν σταυρὸν, καὶ πῶς ὁ Ἰωσὴφ τύπος ἐγένετο τοῦ Χριστοῦ, ὁμιλία.

59.613 αʹ. Ἀναγκαῖον ἐν τῷ παρόντι καιρῷ καὶ τὸ χρέος τοῦ Ἰωσὴφ ἀποτῖσαι, καὶ τὸ κλῆτος τοῦ σταυροῦ μηνῦσαι. Σήμερον καὶ Ἰωσὴφ στεφανοῦται, καὶ σταυρὸς φυτουργεῖται· σήμερον καὶ Πέτρος ἀρνεῖται, καὶ ὁ λῃστὴς εὐ 59.614 ωχεῖται· σήμερον καὶ ὁ νόμος πληροῦται, καὶ ὁ προφητευθεὶς Χριστὸς δοξολογεῖται· σήμερον κυρίως πληροῦται τὸ φάσκον ῥητὸν περὶ τοῦ Κυριακοῦ θανάτου, Ἐν τῇ παγίδι αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Καὶ τίς ὁ ἁμαρτωλός; Ὁ τῆς ἁμαρτίας εὑρετὴς διάβολος. Καὶ τίς ἡ ὑπ' αὐτοῦ κατασκευασθεῖσα παγίς; Ὁ σταυρὸς, 59.615 καὶ οὐδὲν ἕτερον· αὐτὸς γὰρ ἠρέθισε παῖδας Ἰουδαίων πελεκεῖσθαι τὸν σταυρὸν, δόξας σοφίζεσθαι τὸν ἀσόφιστον, καὶ τῷ θανάτῳ περιβάλλειν τὸν ἐν νεκροῖς ἐλεύθερον· μὴ συνιδὼν ὁ ἀλλότριος, ὅτι ὁ σταυρὸς τὸ κέντρον τῆς ἁμαρτίας ἀμβλυνεῖ, καὶ τὴν κεφαλὴν τῆς ἀλαζονείας αὐτοῦ συνθλάσει, καὶ τὸ στόμα τῆς βλασφημίας αὐτοῦ ἐμφράξει, καὶ τὰς πτέρυγας τῆς ἀντιθέσεως αὐτοῦ ἐκτιλεῖ, καὶ ἔρημον καὶ ἄπορον ἐρήμοις ἀποδεικνύει. Σήμερον καὶ τοῦ προφήτου ∆αυῒδ πληροῦται τὸ λόγιον, Μαρτύριον ἐν τῷ Ἰωσήφ· τουτέστιν, ὁ Κύριος ἐν τῷ Ἰωσὴφ προανεζωγραφεῖτο, ἃ ἔμελλεν ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐφίστασθαι. Πολλὰ γὰρ ἐν τῷ Ἰωσὴφ παραπλήσια τοῦ ∆εσπότου εὑρίσκεται· οἷόν τι λέγω· Ὁ Ἰωσὴφ ἐπεβουλεύετο ὑπὸ τῶν ἰδίων συγγενῶν ... ὁ Ἰωσὴφ ἀπέδυ τὸν ποικίλον χιτῶνα· ὁ Κύριος ὃν εἶχε τὸν ἄνωθεν ὑφανθέντα, λαβόντες οἱ στρατιῶται διενείμαντο. ∆ιεμερίσαντο γὰρ, φησὶν, τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Ὁ Ἰωσὴφ πρὸς τὸν πατέρα διεβλήθη· ὁμοίως καὶ τὸν Κύριον πρὸς τὸν Πατέρα ἐσυκοφάντησαν, οἱ μὲν Ἰουδαῖοι τὸν υἱὸν τοῦ τέκτονος αὐτὸν λέγοντες, πάλιν δὲ οἱ τῶν Ἰουδαίων παράσιτοι αἱρετικῶν παῖδες, ἑτεροούσιον αὐτὸν δογματίζουσιν. Ὁ Ἰωσὴφ τοῖς Ἰσμαηλίταις ἐπράθη· ὁ Κύριοςὑπὸ Ἰούδα τοῖς Φαρισαίοις· ὁ Ἰωσὴφ εἰς κενὸν λάκκον ἐμβληθεὶς ἀνῆλθεν ἀτραυμάτιστος· ὁ Κύριος εἰς καινὸν μνημεῖον ταφεὶς, ἀνέστη τριήμερος. Τί δὲ μακρολογῶ; Ὁ Ἰωσὴφ τὴν Αἰγυπτίαν ἐστηλίτευσεν· ὁ Κύριος τὴν συναγωγὴν ἐδημοσίευσεν· ὁ Ἰωσὴφ τοῖς ἀδελφοῖς ἀνεγνωρίσθη· ὁ Κύριος μετὰ τὴν ἀνάστασιν τοῖς μαθηταῖς ἐνεφανίσθη· ὁ Ἰωσὴφ φυλακισθεὶς σὺν δυσὶν εὐνούχοις, τὰ ὀνείρατα αὐτοῖς ἐμήνυσεν· ὁ εἷς μὲν αὐτῶν ὀρνεόβρωτος ἐγένετο, ὁ δὲ ἕτερος εἰς τὴν ἰδίαν πατρίδα ἀποκαταστήσεται· ὁ Κύριος μετὰ δύο λῃστῶν σταυρωθεὶς, τὸν μὲν ἄπιστον βρώμασι γεέννης παρέπεμψε, τὸν δὲ πιστὸν ἀρχιπολίτην τοῦ παραδείσου κατέστησεν ... ὁ δὲ Κύριος τετράπωλον ἅρμα τῶν εὐαγγελιστῶν τῷ Πατρὶ ἐγνώρισεν· ὁ Ἰωσὴφ θηριότροφος ἐμηνύθη, καὶ ὡς βασιλεὺς ἐκηρύχθη· ὁ Κύριος ὡς ἄνθρωπος ἐσταυρώθη, καὶ ὡς Θεὸς ἐδοξάσθη. Ἄκουε δὲ καὶ ἑτέραν προφητείαν συντείνουσαν εἰς τὸν σταυρόν· Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσας αἰχμαλωσίαν, καὶ δέδωκας δόματα τοῖς ἀνθρώποις. Τί τὸ ὕψος; τίς ὁ ἀναβάς; τίς ἡ αἰχμαλωσία; τί τὰ δόματα τοῖς ἀνθρώποις; Ὕψος, ὁ τίμιος σταυρὸς, διὰ τὸ ἀκατάληπτον μυστήριον· ὁ ἀναβὰς, ὁ ∆εσπότης Χριστός· Ὁ γὰρ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβάς. Τί δέ ἐστιν, Ἠχμαλώτευσας αἰχμαλωσίαν; Τουτέστιν, Τοὺς προκατεχομένους ὑπὸ τῆς ἁμαρτίας ἐλθὼν ὁ Κύριος διὰ τῆς χάριτος ἀνεπλάσατο, δοὺς δόματα τοῖς ἀνθρώποις. Ποῖα δόματα; Τῶν ἁμαρτιῶν τὴν ἄφεσιν, τῆς υἱοθεσίας τὸ χάρισμα, τῆς βασιλείας τὴν