1

 2

 3

 4

 5

 6

4

πυλῶνος τρέχων. Καὶ τί; Πάλιν ἑτέρα παιδίσκη συνήντησεν αὐτῷ. Ὢ τῶν πραγμάτων! οὐδαμοῦ στρατιώτης, οὐδαμοῦ ξίφος, ἀλλ' εὐτελὲς κοράσιον συνήντησε τῷ Πέτρῳ· ἀντέβαλε πρὸς αὐτὸν λέγουσα· Τί θορυβῇ, ἄνθρωπε; ποῦ σπεύδεις; τί ἀγωνιᾷς; οὐχὶ πάντοτέ σε ἐθεώρουν μετὰ τοῦ Γαλιλαίου περιπατοῦντα; πῶς οὖν ἐξελθὼν τοῦ πυλῶνος τρέχεις; Ὁ δὲ Πέτρος λιτῶς οὐκ ἔτι ἀπεκρίνατο, ἀλλὰ μεθ' ὅρκου λέγει· Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον. Εἶδες Θεοῦ πρόῤῥησιν, καὶ ἀνθρώπου ὄλισθον; Εἶτα τῆς δευτέρας ἀρνήσεως πληρωθείσης ἡ τρίτη ἄρνησις, περιέχει οὕτως· Μετὰ μικρὸν προσελθόντες οἱ παρεστῶτες εἶπον τῷ Πέτρῳ· Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ καὶ ἡ λαλιά σου δῆλόν σε ποιεῖ. Ὁ δὲ Πέτρος ἤρξατο καταναθεματίζειν καὶ ὀμνύειν, ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. Ποῦ ἡ παράσκεπτος τοῦ Πέτρου ἐπαγγελία; ὁ πρότερον εἰρηκὼς, Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὧδε λέγεις· Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον; Τάχα ὁ Πέτρος ἄκων περὶ τὴν λέξιν ταύτην ἐγρηγόρησεν· οὐκ εἶπεν, Οὐκ οἶδα τὸν Θεὸν Λόγον· ἀλλ' εἶπεν, Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον. Περὶ τὸ ὁρώμενον προσέκοψεν, οὐχὶ περὶ τὸ νοούμενον. ∆ιὸ καὶ ὁ Κύριος προειδὼς ἔλεγε· Πᾶς ὅστις εἴπῃ βλασφημίαν εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ. Τί οὖν ὁ Πέτρος; Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον· καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν· ὁ ἀπερίγραφος τοῦ Πέτρου κατήγορος, ὁ προαναφωνητὴς τῆς ∆εσποτικῆς ἀποφάσεως συνήγορος, ὁ τῆς ἀρνήσεως δημοσιευτὴς, καὶ τῆς προγνώσεως ἐμφανιστὴς, καὶ τῶν μετανοητικῶν δακρύων ὑπομνηματιστής. 59.618 γʹ. Καὶ ταῦτα μὲν ἀρκούντως εἰρήσθω· τὸν δὲ τῆς ἐλεημοσύνης λόγον γυμνάσωμεν, παραινοῦντες τὴν ὑμετέραν ἀγάπην, καὶ λέγοντες ὡς ἐν τῷ Εὐαγγελίῳ εἴρηται· Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας· ἵνα, ὅταν ἐκλ[ε]ίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. Καλῶς εἶπεν, Αἰωνίους. Ἐνταῦθα μὲν γὰρ κἂν λαμπρὰν ἔχῃς οἰκίαν, ἀπόλλυται πάντως φθειρομένη τῷ χρόνῳ· μᾶλλον δὲ καὶ πρὸ τῆς κατὰ χρόνον φθορᾶς θάνατος ἐμπεσὼν ἐκβάλλει σε τῆς λαμπρᾶς ταύτης οἰκήσεως· πολλάκις δὲ καὶ πρὸ τοῦ θανάτου πραγμάτων τινῶν δυσκολίαι καὶ συκοφαντῶν ἔφοδοι καὶ ἐπιβουλαὶ ἐκπεσεῖν αὐτῆς παρεσκεύασαν. Ἐκεῖ δὲ οὐδὲν τούτων ἔστιν ὑποπτεῦσαι, οὐ φθορὰν, οὐ θάνατον, οὐ κατάπτωσιν, οὐ συκοφαντῶν ἐπήρειαν, οὐκ ἄλλο οὐδὲν, ἀλλ' ἀκίνητος καὶ ἀθάνατός ἐστιν ἡ οἴκησις. ∆ιὰ τοῦτο αἰωνίους αὐτὰς ἐκάλεσε. Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας. Ὁρᾷς, πόση φιλανθρωπία τοῦ ∆εσπότου, πόση χρηστότης καὶ ἐπιείκεια; οὐ γὰρ ἁπλῶς ταύτην ἔθηκε τὴν προσθήκην, ἀλλ' ἐπειδὴ πολλοῖς πλουσίοις πλοῦτος συνείλεκται ἐξ ἁρπαγῆς καὶ πλεονεξίας, κακῶς μὲν, φησὶν, οὐκ ἐχρῆν σε οὕτω συλλέξαι χρήματα· ἀλλ' ἐπειδὴ συνέλεξας, στῆθι τῆς ἁρπαγῆς καὶ τῆς πλεονεξίας, καὶ χρῆσαι εἰς δέον τοῖς χρήμασιν. Οὐ λέγω, ἵνα ἁρπάζων ἐλεῇς, ἀλλ' ἵνα τῆς πλεονεξίας ἀποστὰς, πρὸς ἐλεημοσύνην καὶ φιλανθρωπίαν ἀποχρήσῃ τῷ πλούτῳ. Εἰ γάρ τις μὴ παύσαιτο τῆς ἁρπαγῆς, οὐδὲ ἐλεημοσύνην ἐργάσεται· ἀλλὰ κἂν μυρία καταβάλλῃ χρήματα εἰς τὰς τῶν δεομένων χεῖρας, τὰ ἑτέρων ἁρπάζων καὶ πλεονεκτῶν, τοῖς ἀνδροφόνοις ἐξίσης λελόγισται τῷ Θεῷ. ∆ιὸ χρὴ πλεονεξίας ἀποστάντα πρότερον, οὕτω τοὺς δεομένους ἐλεεῖν. Πολλὴ γὰρ τῆς ἐλεημοσύνης ἡ δύναμις. Ἀλλὰ μηδεὶς τὴν συνέχειαν τῆς ὑπομνήσεως κατηγορίαν ἡγείσθω τῶν ἀκουόντων. Καὶ γὰρ ἐν τοῖς ἀγῶσιν ἐκείνους τῶν δρομέων διεγείρουσιν οἱ θεαταὶ, οὓς ἂν ἴδωσιν ἐγγὺς τοῦ βραβείου γενομένους, καὶ πολλὰς τῆς νίκης ἐλπίδας ἔχοντας. Καὶ ἐγὼ τοίνυν ἐπειδὴ μετὰ πολλῆς ἀεὶ προθυμίας ὁρῶ τοὺς περὶ ἐλεημοσύνης δεχομένους λόγους ὑμᾶς, διὰ τοῦτο καὶ αὐτὸς συνεχέστερον τὴν ὑπὲρ τούτων κινῶ παραίνεσιν. Ἰατροὶ τῶν ψυχῶν ἡμῶν εἰσιν οἱ πένητες, εὐεργέται