1

 2

 3

 4

 5

 6

 7

 8

8

γήρᾳ τὸν ἄνδρα ἀποβαλοῦσαν ὑπερακοντίσαι δυνήσεται· καίτοι γε ἀμφοτέραις εἷς γέγονεν ὁ ἀνήρ, ἀλλ' ὅμως αὕτη μὲν τὸν τῆς ἁγνείας ἔδραμε δρόμον, ἐκείνη δὲ πολλοῖς ἀπελείφθη τοῖς σταδίοις. Μὴ τοίνυν τὸν πόνον ἴδῃς μόνον, ἀλλὰ καὶ τὸν μισθόν. Καὶ γὰρ τὰ πολλὰ τῶν κατορθωμάτων οὕτως ἡμῖν δύσκολα φαίνεται, ὅτι τὸν μόχθον αὐτῶν καὶ τοὺς ἱδρῶτας συνεχῶς στρέφοντες τοὺς ἀποκειμένους αὐτοῖς μισθοὺς οὐκ ἐν νῷ λαμβάνομεν. Ἀλλ' οὐχ οὕτω δεῖ ποιεῖν, ἀλλὰ πάντα ὁμοῦ λογίζεσθαι μετὰ τῶν πόνων καὶ τὰς ἀμοιβὰς καὶ οὕτως εὔκολα ἡμῖν φανεῖται, ὥσπερ οὖν καὶ ἔστιν εὔκολα. Καὶ γὰρ ὁ ἀριστεὺς οὐ τὰ τραύματα μόνον, οὐδὲ τὰ πτώματα, οὐδὲ τὸν θάνατον, ἀλλὰ καὶ τὰ τρόπαια καὶ τὰς νίκας καὶ τὰς ἄλλας ἁπάσας ἀναλογισάμενος τιμὰς οὕτως ἐπὶ τὴν ἀριστείαν ἔρχεται· καὶ ὁ γεωργὸς δὲ οὐχὶ τὴν ἄροσιν μόνον, οὐδὲ τὸν ἐν τῷ σκάπτειν πόνον, ἀλλὰ καὶ τὴν ἅλω καὶ τὰς ληνοὺς πρὸ τῶν ὀφθαλμῶν θεὶς οὕτω τῶν ἔργων ἐφάπτεται. Οὕτω καὶ ἡμεῖς ταῖς ἐλπίσι ταῖς χρησταῖς τὸν τῆς χηρείας μόχθον ἐπικουφίσωμεν, καὶ πολλῷ μᾶλλον ἡμεῖς ἢ ἐκεῖνοι· ἐκείνοις μὲν γὰρ πολλὰ πολλάκις τῶν οὐκ ἐπ' αὐτοῖς κειμένων τὴν προσδοκίαν διέκοψε, τὰς δὲ ἡμετέρας ἐλπίδας οὐδεὶς ὁ καταισχύνων ἐστίν, ἂν μὴ βουληθῶμεν αὐτοί. Μὴ δὴ βουληθῶμεν, ἀλλ' ἐννοήσαντες ὡς οὐ πολλῷ τῆς παρθένου ἡ χήρα λείπεται-ἔστι δὲ ὅπου αὐτὴν καὶ ὑπερηκόντισεν, ὅταν ἡ μὲν παρθένος περιπλέκηται πράγμασιν· «Ἡ δὲ χήρα», κατὰ τὸν Παῦλον, «μεμονωμένη καὶ ἐλπίζουσα ἐπὶ τὸν Θεὸν προσκαρτερῇ ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς», καὶ τῶν βιωτικῶν πραγμάτων ἀπέχηται- ἀναδεξώμεθα τὸν ἀγῶνα τοῦτον, ἵνα τῶν ἐπ' αὐτῷ στεφάνων τύχωμεν. Ταῦτα ἡμῖν οὐκ ἀνάγκης ἕνεκεν εἴρηται, οὐδέ, ὅπερ ἔφην, καταδικάζοντες τὰς οὐ βουλομένας χηρεύειν, ἐπὶ ταύτην ἤλθομεν τὴν παραίνεσιν, ἀλλὰ προτρέποντες καὶ παρακαλοῦντες, μὴ ἐπὶ τοσοῦτον προσδεθῆναι τῇ γῇ, ἀλλ' ἅπαξ λυθείσας μένειν ἐλευθέρας, καὶ τὸν οὐρανὸν ἐπιζητεῖν, καὶ τὴν πολιτείαν ἐπιδείκνυσθαι τὴν ἐκεῖ, καὶ ἁρμοσθείσας τῷ Χριστῷ οὕτως ἅπαντα πράττειν ὡς προσῆκε τὰς τοιοῦτον ἐχούσας νυμφίον.