1

 2

 3

2

βορβόρῳ τῶν ἡδονῶν ὑμῶν ἀποθανόντα προφητικὸν λόγον ἀπέσπασα, καὶ ἐν ταῖς ψυχαῖς τῶν ὑπηκόων μοι ἐνίδρυσα. Τίς οὖν ἔχει δαιμόνιον, ἐγὼ, ἢ ὑμεῖς; εἴπατε. Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε. Ὑμεῖς Ζαχαρίαν τὸν μέγαν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου ἀπεκτείνατε· Ζαχαρίας δὲ ἑρμηνεύεται, μνῆμα Θεοῦ· ἐγὼ δὲ ἐλθὼν, τοῦτον τὸν Ζαχαρίαν, τὴν μνήμην τοῦ Θεοῦ, τὸν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου ὑφ' ὑμῶν ἀποκτανθέντα, τουτέστι, μεταξὺ σώματος καὶ ψυχῆς ναὸς γὰρ ψυχῆς σῶμα, ὡς καὶ θυσιαστήριον Θεοῦ ψυχὴ, ἐν ᾗ προσφορὰ τῆς λογικῆς λατρείας καὶ θυμιάματα τῶν προσευχῶν ἀναπέμπεται· ταύτην τὴν μνήμην τοῦ Θεοῦ ζωοποιήσας, ἐν ταῖς καρδίαις τῶν ἀνθρώπων ἐνῴκισα, πρὸς τὸ πάντας τοὺς δεξαμένους ἱερατεύειν Θεῷ. Τίς οὖν ἔχει δαιμόνιον, ἐγὼ, ἢ ὑμεῖς; εἴπατε. Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε.

Μέμνηνται δὲ καὶ οἱ μαθηταὶ τοῦ Κυρίου τοῦ ῥήματος τούτου. Ὅτε γὰρ ὑπὸ τῶν γραμματέων καὶ Φαρισαίων ἐνεκαλοῦντο μὴ διδάσκειν ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ· Οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ; καὶ ἰδοὺ ἐπληρώσατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν· τότε ἀποκρίνονται, ὑπομιμνήσκοντες ἅμα τὸ κρίνειν ἀδίκως, καὶ λέγοντες· Εἰ δίκαιόν ἐστιν ὑμῶν ἀκούειν μᾶλλον, ἢ τοῦ Θεοῦ, κρίνατε. Ὅρα καὶ τὸν προφήτην, ἀγαπητὲ, ἐν τῷ ἀρτίως ἡμῖν ὑποψαλέντι ψαλμῷ φανερώτατα λέγοντα περὶ τῆς τοῦ Κυρίου ἐνσάρκου παρουσίας καὶ τοῦ μὴ κρίνειν ἀδίκως· Ὁ Θεὸς ἔστη, φησὶν, ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ. Καὶ τίς ἂν εἴη ὁ Θεὸς ὁ σταθεὶς ἐν συναγωγῇ θεῶν, ἢ πάντως ὁ Χριστὸς, ὁ σταθεὶς ἐν τῇ συναγωγῇ τῶν Ἰουδαίων, τῶν ποτὲ ὄντων θεῶν, πρὸς οὓς ἀπεκρίθη, Ἐγὼ εἶπα, Θεοί ἐστε; Ὅσον γὰρ ἐπὶ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ, θεοὺς αὐτοὺς ὠνόμασεν· ὅσον δὲ ἐν τῇ ἑαυτῶν κακίᾳ, ὡς ἄνθρωποι ἀπέθνησκον, καὶ ὡς εἷς τῶν ἀρχόντων ἔπιπτον· ἀρχόντων δὲ, οὐ τῶν ἐπιγείων τῶν ἀνθρώπων, ἀλλ' ἐκ τῶν οὐρανίων ἁψίδων καταπεσόντων, περὶ ὧν λέγει καὶ Παῦλος· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Ὁ Θεὸς οὖν ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ. Θεοὺς ἀπὸ τῶν ποτὲ θεῶν διακρινεῖ Ἰουδαίων. Καί φησι πρὸς αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον· Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; καὶ ὁ Κύριός φησι· Μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε. Εἶτα πάλιν τὸ Πνεῦμα τὸ ἅγιον· Κρίνατε ὀρφα 60.765 νῷ καὶ πτωχῷ. Ὅρα μοι πῶς περὶ Χριστοῦ πάντα εἰσηγεῖται, πάντα διδάσκει, βουλόμενος ἀνάψαι τὴν παρ' αὐτῶν γινομένην ἀδικίαν· Κρίνατε γὰρ, φησὶν, ὀρφανῷ καὶ πτωχῷ, ταπεινὸν καὶ πένητα δικαιώσατε.

Ἀλλ' ἴσως ἐρεῖ τις τῶν ἀκροατῶν καὶ ἀπορεῖν ἡμᾶς δεικνύναι τοῦ, ὅτι ὀρφανὸς ἀκήκοεν ὁ Κύριος. Τὸ μὲν γὰρ πτωχὸν, ῥᾴδιόν ἐστι καταμαθεῖν ἐκ τῶν τοῦ Ἀποστόλου ῥημάτων· Ὃς δι' ἡμᾶς ἐπτώχευσε πλούσιος ὤν· ἀλλὰ τίς ἂν εἴη ὀρφανὸς, ἢ πάντως ὁ μήτε πατέρα ἔχων μήτε μητέρα; Ἄκουε δὲ τοῦ Ἀποστόλου λέγοντος περὶ τοῦ Χριστοῦ· Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος. Ἀπάτωρ ἐπὶ τῆς γῆς κατὰ τὴν ἀνθρωπότητα ὁ Κύριος, καὶ ἀμήτωρ ἐν οὐρανοῖς κατὰ τὴν θεότητα. Κρίνατε ὀρφανῷ καὶ πτωχῷ, τῷ δι' ἡμᾶς πτωχεύσαντι. Τοῖς πᾶσι γὰρ τὰ πάντα γέγονε πλεῖον τοῦ Ἀποστόλου, ἵνα τοὺς πάντας κερδήσῃ. Ταπεινὸν καὶ πένητα δικαιώσατε. Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Ἀλλὰ τί φησιν; Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν· Ἐν σκότει διαπορεύονται. Οὐκ ἔγνωσαν τὸν Θεὸν Λόγον σάρκα γεγονότα δι' ἡμᾶς· ὁ Λόγος γὰρ σὰρξ ἐγένετο, οὐ τραπεὶς, ἀλλὰ καθὸ ἐσκήνωσεν ἐν ἡμῖν. Οὐκ ἔγνωσαν τὴν ἀΐδιον τῆς θεότητος μορφὴν ἐν τῇ τοῦ δούλου εἰκόνι· οὐκ ἔγνωσαν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Ἀλλ' οὐδὲ συνῆκαν· οὐ συνῆκαν γὰρ τῶν θαυματουργημάτων αὐτοῦ τὴν δύναμιν, ὅσων εἶχε συμβόλων