1

 2

 3

3

εἰκόνας· οὐ συνῆκαν τὸν ἐν τῷ ἀγρῷ κεκρυμμένον θησαυρὸν, τουτέστι, τὴν ἐν σαρκὶ ἀποκεκρυμμένην θεότητα, καὶ ἐν οὐρανοῖς σὺν Πατρὶ αὐλιζόμενον· οὐ συνῆκαν τὰ ἐπὶ τοῦ Λαζάρου γεγονότα· οὐ συνῆκαν τὸν λίθον τὸν ἀποκυλισθέντα τοῦ μνήματος, ὅτι τὴν ἠλίθιον καρδίαν τῶν ἀνθρώπων ἀποκινεῖσθαι ἔλεγεν· οὐ συνῆκαν αὐτὸ τὸ μνῆμα, καὶ τὸν ἔνδοθεν ἀποκείμενον Λάζαρον τετραήμερον, τίνος ἦν τύπος, ὅτι ἐν εἰκόνι σώματος ὁ τάφος ἦν περιέχων ἔνδοθεν τὸν νοῦν ἐναποθανόντα καὶ νεκρωθέντα. Ὄντως γὰρ τάφος ἦν τὸ σῶμα ἡμῶν πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας, καθώς φησιν ἐν 60.766 τῷ Εὐαγγελίῳ· Τάφοι κεκονιαμένοι. Ὄντως ἦμεν τάφοι μεμεστωμένοι νεκρῶν ἁμαρτημάτων, ἔχοντες ἔνδοθεν τὸν νοῦν τεθανατωμένον ταῖς ἡδοναῖς, τὸν τετραήμερον καὶ ἤδη ὄζοντα, τὸν ἐκ τεσσάρων γενικῶν ἀρετῶν συνεστῶτα νοῦν, φρονήσεως, δικαιοσύνης, ἀνδρείας, σωφροσύνης. Ὁμοίως καὶ τὸ σῶμα ἐκ τεσσάρων στοιχείων συνέστηκε, θερμοῦ, ψυχροῦ, ὑγροῦ τε καὶ ξηροῦ. Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν· Χριστὸν γὰρ μὴ δεξάμενοι τὸ φῶς, ἐν σκότει διαπορεύονται. Καὶ τὸ φῶς γὰρ ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε. Σαλευθήτωσαν πάντα τὰ θεμέλια τῆς γῆς· οὐ τῆς πατουμένης, ἀλλὰ περὶ ἧς λέγει, ὅτι Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Θεμέλιος γὰρ σώματος ἡ ψυχή· ἧς ἐξελθούσης, καθάπερ θεμελίου ὑποχωρήσαντος, ὁ οἶκος τοῦ σκήνους ἡμῶν καταπίπτει. Σαλευθήτωσαν πάντα τὰ θεμέλια τῆς γῆς, τουτέστι, μετακινηθήτωσαν καὶ μεταστήτωσαν αἱ ψυχαὶ ἀπὸ τῆς εἰδωλολατρείας εἰς τὴν θεογνωσίαν. Εἶτα, Ἀνάστα, ὁ Θεὸς, φησὶ, κρῖνον τὴν γῆν. Ἀνάστα, ὁ σταυρωθεὶς, ἀνάστα, ὁ τὰς ἁμαρτίας ἡμῶν ἐν εἰκόνι ἀκανθῶν ἐπὶ τῆς ἑαυτοῦ κεφαλῆς ἀναδησάμενος, Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν. Τὴν γῆν εἶπεν, οὐ τὸν οὐρανόν.

Μὴ φοβηθῇς, ἀγαπητέ. Εἰ ἀναγεγέννησαι ἐξ ὕδατος καὶ Πνεύματος, οὐρανὸς εἶ· Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οἷος ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Ἀνάστα ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι. Σὺ ὁ Χριστὸς, ᾧ δέδωκεν ὁ Πατὴρ ἐξουσίαν πάντων, ἐξουσίαν πάντας κρίνειν. Καὶ γὰρ Ὁ Πατὴρ κρίνει οὐδένα· πᾶσαν γὰρ τὴν κρίσιν δέδωκε τῷ Υἱῷ, ἵνα τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. Σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι. Σοὶ γὰρ εἶπεν ὁ Πατήρ· Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Τῷ Θεῷ οὖν δῶμεν δόξαν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.