1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

13

ἀνεχώρησεν, ἐκείνῳ δὲ ἐκολλήθη· λόγον δὲ ἐὰν καταβάλω, καὶ μετ' ἐμοῦ ἐστι, καὶ πάντες αὐτὸν ἔχετε· ἐὰν κατάσχω τὸν λόγον καὶ μὴ μεταδῶ, τότε πένης εἰμὶ, ὅταν δὲ καταβάλω, τότε εὐπορώτερος γίνομαι· ἐὰν μὴ καταβάλω τὸν λόγον, τότε μόνος πλουτῶ, ἐὰν δὲ καταβάλω, μετὰ πάντων ὑμῶν τὸν καρπὸν ἀποφέρομαι. Φέρε οὖν ἀποδῶμεν τὸ χρέος· τί δὲ ἦν τοῦτο; Περὶ μετανοίας τὸν λόγον ἐγυμνάζομεν πρώην καὶ ἐλέγομεν, ὅτι πολλαὶ καὶ ποικίλαι ὁδοὶ τῆς μετανοίας, ἵνα εὔκολος ἡμῖν γένηται ἡ σωτηρία. Εἰ γὰρ μίαν ἡμῖν ἔδωκεν ὁδὸν ὁ Θεὸς μετανοίας, ἀνεβαλόμεθα ἂν λέγοντες· Οὐ δυνάμεθα ταύτην μετελθεῖν, σωθῆναι οὐ δυνάμεθα· νῦν δὲ ἐκκόπτων σου τὴν πρόφασιν ταύτην, οὐ μίαν σοι δέδωκε μόνον ὁδὸν, οὐδὲ δευτέραν, οὐδὲ τρίτην, ἀλλὰ πολλὰς καὶ διαφόρους, ἵνα τῷ πλήθει εὔκολόν σοι ποιήσῃ τὴν ἀνάβασιν τὴν εἰς τὸν οὐρανόν. Καὶ ἐλέγομεν ὅτι εὔκολος ἡ μετάνοια, καὶ οὐδὲν βάρος ἐν αὐτῇ. Ἁμαρτωλὸς εἶ; εἴσελθε εἰς τὴν ἐκκλησίαν, εἰπὲ ὅτι ἡμάρτηκα, καὶ ἔλυσας τὴν ἁμαρτίαν. Καὶ γὰρ καὶ τὸν ∆αυῒδ παρηγάγομεν εἰς μέσον ἁμαρτήσαντα, καὶ λύσαντα τὴν ἁμαρτίαν· εἶτα δευτέραν ὁδὸν ὑπεθέμεθα, τὸ πενθῆσαι ἐπὶ τῇ ἁμαρτίᾳ, καὶ ἐλέγομεν, ποῖος κάματος οὗτος; οὐκ ἔνι χρήματα καταβαλεῖν, οὐδὲ πολλὴν ὁδὸν πεζεῦσαι, οὔτε τι ἄλλο τοιοῦτον, ἀλλὰ πενθῆσαι μόνον ἐπὶ τῇ ἁμαρτίᾳ· καὶ παρηγάγομεν ἀπὸ τῆς Γραφῆς τοῦτο, ὅτι ὁ Θεὸς μετεμελήθη ἐπὶ τοῦ Ἀχαὰβ, διὰ τὸ πενθῆσαι αὐτὸν καὶ σκυθρωπάσαι· καὶ τοῦτο αὐτὸς ἔλεγε τῷ Ἠλίᾳ· Εἶδες πῶς ἐπορεύθη Ἀχαὰβ ἐνώπιόν μου πενθῶν, καὶ σκυθρωπάζων; Οὐ μὴ ποιήσω κατὰ τὸν 49.293 θυμόν μου. Εἶτα καὶ τρίτην ὁδὸν ἐδιδόαμεν μετανοίας, καὶ παρηγάγομεν ἐκ τῆς Γραφῆς εἰς τὸ μέσον τὸν Φαρισαῖον καὶ τὸν τελώνην, ὅτι ὁ μὲν Φαρισαῖος ὑπερηφάνως ἀλαζονευόμενος, τῆς δικαιοσύνης ἐξέπεσεν· ὁ δὲ τελώνης ταπεινοφρονήσας, ἔγκαρπος δικαιοσύνης κατῆλθε, καὶ οὔτε ἕνα κάματον ἀναλώσας δίκαιος ἐγένετο· ῥήματα ἔβαλε, καὶ πράγματα ἔλαβε. Φέρε οὖν ἐπὶ τὴν ἀκολουθίαν ἔλθωμεν, καὶ τετάρτην ὁδὸν μετανοίας προάξωμεν· ποίαν δὲ ταύτην; Λέγω δὴ τὴν ἐλεημοσύνην τὴν βασιλίδα τῶν ἀρετῶν, τὴν ταχέως ἀνάγουσαν εἰς τὰς ἁψῖδας τῶν οὐρανῶν τοὺς ἀνθρώπους, τὴν συνήγορον τὴν ἀρίστην. Μέγα πρᾶγμα ἐλεημοσύνη· διὰ τοῦτο καὶ Σολομὼν ἐβόα· Μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων. Μεγάλα τὰ πτερὰ τῆς ἐλεημοσύνης· τέμνει τὸν ἀέρα, παρέρχεται τὴν σελήνην, ὑπερβαίνει τὰς ἀκτῖνας τοῦ ἡλίου, εἰς αὐτὰς ἀνέρχεται τὰς ἁψῖδας τῶν οὐρανῶν. Ἀλλ' οὔτ' ἐκεῖ ἵσταται, ἀλλὰ καὶ τὸν οὐρανὸν παρέρχεται, καὶ τοὺς δήμους τῶν ἀγγέλων παρατρέχει, καὶ τοὺς χοροὺς τῶν ἀρχαγγέλων, καὶ τὰς ἀνωτέρας πάσας δυνάμεις, καὶ αὐτῷ παρίσταται τῷ θρόνῳ τῷ βασιλικῷ· καὶ ἐξ αὐτῆς διδάχθητι τῆς Γραφῆς τοῦτο λεγούσης· Κορνήλιε, αἱ προσευχαί σου, καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν ἐνώπιον τοῦ Θεοῦ. Τὸ δὲ, Ἐνώπιον τοῦ Θεοῦ ἔστι, Κἂν πολλὰς ἔχῃς ἁμαρτίας, ἐλεημοσύνη δὲ ᾖ συνήγορος, μὴ φοβοῦ· οὐδεμία γὰρ αὐτῇ τῶν ἄνω δυνάμεων ἀντιτάσσεται· χρέος ἀπαιτεῖ, ἴδιον ἔχει χειρόγραφον μετὰ χεῖρας βαστάζουσα. Αὐτοῦ γάρ ἐστι τοῦ ∆εσπότου φωνὴ, ὅτι Ὃς ἂν ποιήσῃ ἑνὶ τῶν ἐλαχίστων τούτων, ἐμοὶ ἐποίησεν. Ὥστε οὖν ὅσας ἔχεις ἄλλας ἁμαρτίας, ἡ ἐλεημοσύνη σου βαρεῖ τὰς ὅλας. βʹ. Ἢ οὐκ οἶδας ἐν τῷ Εὐαγγελίῳ τῶν δέκα παρθένων τὸ ὑπόδειγμα, πῶς αἱ μὴ ἔχουσαι ἐλεημοσύνην, παρθενίαν δὲ ἀσκήσασαι ἔξω ἔμειναν τοῦ νυμφῶνος; Ἦσαν γὰρ, φησὶ, δέκα παρθένοι, πέντε μωραὶ, καὶ πέντε φρόνιμοι· καὶ αἱ μὲν φρόνιμοι ἔλαιον εἶχον, αἱ δὲ μωραὶ ἔλαιον οὐκ εἶχον, ἐσβέννυντο δὲ αἱ αὐτῶν λαμπάδες. Προσελθοῦσαι δὲ αἱ μωραὶ ταῖς φρονίμοις εἶπον· ∆ότε ἡμῖν ἔλαιον ἐκ τῶν ἀγγείων ὑμῶν. Αἰσχύνομαι καὶ ἐρυθριῶ καὶ δακρύω, ὅταν παρθένον μωρὰν ἀκούσω· τοῦτο τὸ ὄνομα ἀκούων ἐρυθριῶ, μετὰ τοσαύτην ἀρετὴν, μετὰ παρθενίας ἄσκησιν, μετὰ τὸ σῶμα εἰς οὐρανὸν