1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

15

οὗτός με ξένον ὄντα συνήγαγεν· ἐννόησον λοιπὸν τὴν παῤῥησίαν τὴν ἐπὶ τῶν ἀγγέλων, τὸ καύχημα τὸ ἐπὶ τῶν δήμων τῶν ἄνω. Ὧ ὁ Χριστὸς μαρτυρεῖ, πῶς οὐκ ἂν σχῇ παῤῥησίαν ὑπὲρ ἀγγέλους; Μέγα οὖν πρᾶγμα ἐλεημοσύνη, ἀδελφοί· ταύτην ἀσπασώμεθα, ἧς οὐδὲν ἴσον· ἱκανή ἐστι καὶ ἄλλας ἁμαρτίας ἐξαλεῖψαι, καὶ τὴν κρίσιν ἀπελάσαι· σοῦ σιωπῶντος ἕστηκε καὶ συνηγορεῖ· μᾶλλον δὲ σοῦ σιωπῶντος μυρία στόματα εὐχαριστεῖ ὑπὲρ σοῦ. Τοσαῦτα ἀγαθὰ ἐκ τῆς ἐλεημοσύνης, καὶ ἡμεῖς ἀμελοῦμεν καὶ ἀναπεπτώκαμεν. ∆ὸς κατὰ δύναμιν ἄρτον· οὐκ ἔχεις ἄρτον; δὸς ὀβολόν· οὐκ ἔχεις ὀβολόν; δὸς ποτήριον ψυχροῦ ὕδατος· οὐκ ἔχεις τοῦτο; συμπένθησον τῷ θλιβομένῳ, καὶ ἔχεις μισθόν. Οὐ γὰρ τῆς ἀνάγκης ὁ μισθὸς, ἀλλὰ τῆς προαιρέσεως. Ἀλλ' ὡς ἔτι περὶ τούτου διαλεγόμεθα, ἐξῆλθεν ἡμῖν ἡ φροντὶς τῶν παρθένων· φέρε οὖν εἰς τὸ προκείμενον ἐπανέλθωμεν. ∆ότε ἡμῖν, φησὶν, ἔλαιον ἐκ τῶν ἀγγείων ὑμῶν. Οὐ δυνάμεθα δοῦναι ὑμῖν, μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· ἀλλ' ἀπελθοῦσαι ἀγοράσατε ἀπὸ τῶν πωλούντων. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἔχουσαι τὰς λαμπάδας φαιδρὰς συνεισῆλθον αὐτῷ, καὶ ἀπεκλείσθη ἡ θύρα νυμφῶνος. Ἦλθον δὲ καὶ αἱ πέντε μωραὶ, καὶ ἔκρουον τὴν θύραν τοῦ νυμφῶνος βοῶσαι· Ἄνοιξον ἡμῖν· καὶ φωνὴ ἔσωθεν πρὸς αὐτὰς τοῦ νυμφίου· Ἀπέλθετε ἀπ' ἐμοῦ, οὐκ οἶδα ὑμᾶς. Καὶ μετὰ τοσούτους καμάτους τί ἤκουσαν; Οὐκ οἶδα ὑμᾶς. Τοῦτό ἐστιν, ὃ ἔλεγον, εἰκῆ καὶ μάτην ἐκτήσαντο τὸ μέγα κτῆμα τῆς παρθενίας. Ἐννόησον, μετὰ τοσούτους καμάτους ἐξεβλήθησαν, ὅτε ἀκρασίαν ἐχαλίνωσαν, ὅτε πρὸς τὰς ἄνω δυνάμεις τὴν ἅμιλλαν εἶχον, ὅτε τῶν βιωτικῶν κατεγέλασαν πραγμάτων, ὅτε τὸν καύσωνα ὑπήνεγκαν τὸν μέγαν, ὅτε τὰ σκάμματα ὑπερέβησαν, ὅτε ἀπὸ γῆς εἰς οὐρανὸν ἀνεπτερώθησαν, ὅτε τοῦ σώματος τὴν σφραγῖδα οὐ διέλυσαν, ὅτε τὸ μέγα εἶδος τῆς παρθενίας ἐκτήσαντο, ὅτε τὴν ἅμιλλαν πρὸς τοὺς ἀγγέλους ἔσχον, ὅτε τοῦ σώματος τὰς ἀνάγκας κατεπάτησαν, ὅτε τῆς φύσεως ἐπελήσθησαν, ὅτε ἐν σώματι τὰ ἀσώματα ἐπετέλεσαν, ὅτε τὸ μέγα καὶ ἀκαταμάχητον κτῆμα τῆς παρθενίας ἐκτήσαντο· τότε ἤκουσαν, Ἀπέλθετε ἀπ' ἐμοῦ, οὐκ οἶδα ὑμᾶς. Μὴ γὰρ ἐμοὶ νομίσῃς τὸ τῆς παρθενίας μέγεθος μικρὸν εἶναι· τοιοῦτόν ἐστιν ἡ παρθενία, ὅτι οὐδεὶς ἠδυνήθη τῶν ἀρχαίων τοῦτο τηρῆσαι. ∆ιὰ τοῦτο γὰρ ἡ χάρις μεγάλη, ὅτι ἃ ἦν φοβερὰ 49.296 ἐν τοῖς προφήταις καὶ ἐν τοῖς ἀρχαίοις, ταῦτα ἐγένετο νῦν εὐκαταφρόνητα. Τίνα γὰρ ἦν τὰ βαρύτατα καὶ ἀναγκαῖα; Παρθενία, καὶ θανάτου ὑπεροψία· ἀλλὰ τούτων νῦν καὶ κόραι εὐτελεῖς καταφρονοῦσι. Βαρὺ γὰρ ἦν τὸ τῆς παρθενίας κτῆμα οὕτως, ὡς μηδένα δύνασθαι ταύτην ἀσκῆσαι τῶν παλαιῶν. Νῶε δίκαιος καὶ μαρτυρηθεὶς ὑπὸ τοῦ Θεοῦ, ἀλλὰ γυναικὶ προσωμίλησεν· ὁμοίως δὲ Ἀβραὰμ καὶ Ἰσαὰκ οἱ συγκληρονόμοι αὐτοῦ τῆς ἐπαγγελίας γυναικὶ προσωμίλησαν. Ἰωσὴφ ὁ σώφρων τὸ μέγα δρᾶμα τῆς μοιχείας ἠρνήσατο· ἀλλὰ καὶ οὗτος γυναικὶ προσωμίλησεν· βαρὺ γὰρ ἦν τὸ ἐπάγγελμα τῆς παρθενίας. Ἔκτοτε ἰσχυρὰ ἡ παρθενία ἐγένετο, ἐξότε τὸ ἄνθος τὸ τῆς παρθενίας ἐβλάστησεν. Οὐδεὶς τοίνυν τῶν παλαιῶν ἠδυνήθη παρθενίαν ἀσκῆσαι· μέγα γὰρ πρᾶγμα σῶμα χαλινῶσαι. Ἀναζωγράφησον τῷ λόγῳ τὸ τῆς παρθενίας εἶδος, καὶ κατάμαθε τὸ μέγεθος τῆς ἀρετῆς αὐτῆς· ἔτι πόλεμον ἔχει ἐφ' ἑκάστης ἡμέρας οὐδέποτε δυνάμενον ἡσυχάσαι· χείρων τοῦ βαρβαρικοῦ πολέμου οὗτος ὁ πόλεμος. Ὁ μὲν γὰρ τῶν βαρβάρων πόλεμος καιρόν τινα ἔχει ἀνοχῆς ἐν ταῖς συνθήκαις, καὶ ποτὲ μὲν συμβάλλουσι, ποτὲ δὲ οὒ, καὶ τάξεις καὶ χρόνοι εἰσίν· ἐπὶ δὲ τοῦ πολέμου τοῦ πρὸς τὴν παρθενίαν οὐκ ἔστιν ἀνοχή· διάβολος γάρ ἐστιν ὁ πολεμῶν, οὐ καιρὸν ἐπιτηρεῖν ἐπιθέσεως εἰδὼς, οὐ σύνταξιν πρὸς τὴν συμβολὴν ἐκδεχόμενος, ἀλλ' ἕστηκεν ἀεὶ ζητῶν τὴν παρθένον γυμνὴν εὑρεῖν, ἵνα καιρίαν ἐπαγάγῃ τὴν πληγήν· καὶ οὐδέποτε δύναται ἡ παρθένος τοῦ πολέμου παύσασθαι τούτου, ἀλλ' ἐν αὐτῇ τὸν