1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

16

τάραχον περιάγει καὶ τὸν πολεμιστήν. Καὶ οἱ μὲν κατάδικοι κἂν πρὸς καιρὸν ἴδωσι τὸν ἄρχοντα, οὐχ οὕτω χειμάζονται· ἡ δὲ παρθένος ὅπουπερ ἂν ἀπέρχηται, τὸν δικαστὴν περιάγει μεθ' ἑαυτῆς, καὶ τὸν πολέμιον περιφέρει, καὶ ὁ πολέμιος οὐχ ἑσπέρας αὐτῇ δίδωσιν ἄνεσιν, οὐκ ἐν νυκτὶ, οὐκ ὄρθρου, οὐκ ἐν μεσημβρίᾳ· ἀλλὰ πολεμεῖ πάντοτε, ἡδονὴν ὑποτιθέμενος, γάμον μηνύων, ὅπως τὴν ἀρετὴν ἐξ αὐτῆς ἀποδιώξῃ, καὶ ὅπως τὴν κακίαν ἐν αὐτῇ ἐγγεννήσῃ· ὅπως τὴν σωφροσύνην αὐτῆς ἀπελάσῃ, ὅπως πορνείαν ἐνσπείρῃ· ἐκκαίεται ἐφ' ἑκάστης ὥρας τῆς ἡδονῆς ἡ κάμινος μαλθακῶς ὑποκαιομένη. Ἐννόησον πόσος τοῦ κατορθώματος ὁ κάματος. Ἀλλ' ἐκεῖναι μετὰ ταῦτα πάντα ἤκουσαν, Ἀπέλθετε ἀπ' ἐμοῦ, οὐκ οἶδα ὑμᾶς. Ὅρα πῶς μέγα πρᾶγμα ἡ παρθενία· ὅταν ἔχῃ τὴν ἀδελφὴν αὐτῆς τὴν ἐλεημοσύνην, οὐδὲν αὐτῆς περιγίνεται τῶν δεινῶν, ἀλλ' ἀνωτέρα πάντων ἐστί. ∆ιὰ τοῦτο ἐκεῖναι οὐκ εἰσῆλθον, ἐπειδὴ μετὰ τῆς παρθενίας τὴν ἐλεημοσύνην οὐκ εἶχον. Πολλῆς αἰσχύνης τὸ ῥῆμα ἄξιον· ἡδονὴν καταπαλαίσασα, χρημάτων οὐ κατεφρόνησας· ἀλλὰ παρθένος ἀποταξαμένη τῷ βίῳ, καὶ σταυρωθεῖσα χρημάτων ἐρᾷς. Εἴθε ἀνδρὸς ἐπεθύμησας, καὶ οὐ τοσοῦτον τὸ ἔγκλημα ἦν· τῆς γὰρ ὁμοουσίου ὕλης ἐπεθύμεις· νῦν δὲ μείζων ἡ κατηγορία, ὅτι ἀλλοτρίας ὕλης ἐπεθύμησας. Ἔστω, αἱ ὕπανδροι ἐκεῖναι κακῶς ἀπανθρωπίαν ἐπιδείκνυνται, διὰ τὴν τῶν τέκνων πρόφασιν· καὶ ἐὰν εἴπῃς αὐταῖς, ∆ός μοι ἐλεημοσύνην· Τέκνα ἔχω, φησὶ, καὶ οὐ δύναμαι. Ὁ Θεός σοι ἔδωκε τέκνα, καρπὸν κοιλίας ἔλαβες, ἵνα φιλάνθρωπος γένῃ, οὐχ ἵνα ἀπάνθρωπος· μὴ τὴν ὑπόθεσιν τῆς φιλανθρωπίας εἰς ἀφορμὴν ἀπανθρωπίας ἐκλάμβανε. Θέλεις κληρονομίαν καλὴν καταλεῖψαι τοῖς τέκνοις σου; κατάλειψον ἐλεημοσύνην, ἵνα πάντες ἐγκωμιάσωσί σε, καὶ πολυθρύλλητον τὴν μνήμην σου καταλείπῃς. Σὺ δὲ μὴ τέκνα ἔχουσα, ἀλλ' ἐσταυρωμένη τῷ βίῳ, ἵνα τί χρήματα συλλέγεις; δʹ. Ἀλλ' ὁ λόγος ἡμῖν ἔμψυχός ἐστι, καὶ περὶ τῆς ὁδοῦ τῆς μετανοίας, καὶ περὶ τῆς ἐλεημοσύνης. Ἐλέγομεν ὅτι μέγα κτῆμα ἡ ἐλεημοσύνη· ἐκεῖθεν διεδέξατο ἡμᾶς τὸ πέλαγος τῆς παρθενίας. Ἔχεις οὖν πρώτην καὶ μεγάλην μετάνοιαν τὴν ἐλεημοσύνην, λυτρώσασθαι τῆς σειρᾶς ἁμαρτημάτων δυναμένην· ἀλλ' ἔχεις καὶ ἄλλην ὁδὸν μετανοίας εὐχερεστάτην πάλιν, δι' ἧς δύνασαι ἀπαλλαγῆναι τῶν ἁμαρτημάτων. Εὔχου ἐφ' ἑκάστης ὥρας, καὶ μὴ ἐκκακήσῃς εὐχόμενος, μήτε ῥᾳθύμως τὴν τοῦ Θεοῦ φιλανθρωπίαν αἵτει, καὶ οὐκ ἀποστρέψεται ἐμμένοντα, ἀλλὰ συγχωρήσει σοι τὰς ἁμαρτίας σου, καὶ δώσει τὰ αἰτήματά σου. Εὐχόμενος ἐὰν εἰσακουσθῇς, μένε εὐχαριστῶν ἐν τῇ εὐχῇ· εἰ δὲ οὐκ εἰσηκούσθης, ἐπίμενε εὐχόμενος, ἵνα εἰσακουσθῇς. Καὶ μὴ λέγε ὅτι Πολλὰ ηὐξάμην καὶ οὐκ εἰσηκούσθην· καὶ γὰρ καὶ τοῦτο πολλάκις ὑπὲρ τοῦ συμφέροντός σοι γίνεται. Οἶδε γὰρ ὅτι ῥᾴθυμος εἶ καὶ ἀναπεπτωκὼς, καὶ ἐὰν ἐπιτύχῃς τῆς χρείας, ἀναχωρεῖς, μηκέτι εὐχόμενος· καὶ προφάσει τῆς χρείας ὑπερτίθεταί σε, ἵνα πυκνότερον τῷ Θεῷ προσομιλῇς, καὶ τῇ εὐχῇ σχολάζῃς. Εἰ γὰρ ἐν τοιαύτῃ ἀνάγκῃ ὢν καὶ χρείαν ἔχων ῥᾳθυμεῖς, καὶ οὐ παραμένεις τῇ εὐχῇ, τί εἰ μηδενὸς τούτων ἔχρῃζες; Ὥστε καὶ αὐτὸς ὑπὲρ τοῦ συμφέροντος, θέλων σε μὴ ἀπολιμπάνεσθαι τῆς εὐχῆς, τοῦτο ποιεῖ. Μένε οὖν εὐχόμενος καὶ μὴ ῥᾳθύμει· πολλὰ γὰρ δύναται ἡ εὐχὴ ἀνύσαι, ἀγαπητὲ, καὶ μὴ ὡς μικρῷ πράγματι προσέλθῃς τῇ εὐχῇ. Ὅτι δὲ εὐχὴ ἀφίησιν ἁμαρτίας, ἐκ τῶν θείων Εὐαγγελίων τοῦτο παιδεύθητι. Τί γάρ φησιν; Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ, ὃς ἔκλεισε τὴν θύραν αὐτοῦ, καὶ ἀνέπεσε μετὰ τῶν τέκνων αὐτοῦ· ἦλθε δέ τις ἑσπέρας θέλων λαβεῖν ἄρτους παρ' αὐτοῦ, καὶ κρούει λέγων· Ἄνοιξόν μοι, ὅτι χρείαν ἔχω ἄρτων. Ὁ δὲ πρὸς αὐτόν· Οὐ δύναμαί σοι δοῦναι νῦν· ἀνεπέσομεν γὰρ καὶ ἡμεῖς καὶ τὰ παιδία ἡμῶν. Ὁ δὲ ἐπέμενε κρούων τὴν θύραν. Καί φησι πάλιν πρὸς αὐτόν· Οὐ