1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

23

ἀποδώσει σοι ἐν τῷ φανερῷ. Ὅρα τιμῆς ὑπερβολήν· ὅταν με παρακαλῇς, φησὶ, μηδεὶς βλεπέτω· ὅταν δὲ ἐγώ σε τιμῶ, τὴν οἰκουμένην φέρω μάρτυρα τῆς εὐεργεσίας. Πειθώμεθα τοίνυν, καὶ μὴ πρὸς ἐπίδειξιν εὐχώμεθα, μηδὲ κατὰ τῶν ἐχθρῶν τῶν ἡμετέρων, καὶ μὴ τὸν τρόπον τῆς βοηθείας διδάσκωμεν αὐτόν. Εἰ γὰρ ἀνθρώποις τοῖς συνηγοροῦσι καὶ ῥητορεύουσιν ἐπὶ τῶν ἔξωθεν δικαστῶν τὰ πράγματα τὰ ἡμέτερα λέγομεν μόνον, τὸν δὲ τρόπον τῆς συμμαχίας ἐκείνοις καταλιμπάνομεν, ὅπως ἂν βούλοιντο διαθεῖναι τὰ ἡμέτερα, πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ τοῦτο χρὴ ποιεῖν. Εἶπες αὐτῷ τὴν δίκην τὴν σὴν, εἶπες ἅπερ ἔπαθες; μηκέτι λέγε τὸ καὶ πῶς βοηθῆσαι· αὐτὸς γὰρ 49.305 οἶδεν ἀκριβῶς τὸ συμφέρον σοι. Εἰσὶ δὲ πολλοὶ οἵτινες μυρίους στίχους ἀπαγγέλλουσι τῆς εὐχῆς ἕνεκεν λέγοντες· Κύριε, δός μοι ὑγίειαν σώματος, διπλασίασόν μου τὰ ὑπάρχοντα, ἀμύνου μου τὸν ἐχθρόν· ὅπερ πολλῆς ἀλογίας ἐστὶ πεπληρωμένον. ∆ιὸ χρὴ ταῦτα πάντα ἀφέντας ἱκετεύειν καὶ παρακαλεῖν μόνον κατὰ τὸν τελώνην τὸν λέγοντα· Ὁ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· καὶ αὐτὸς οἶδε λοιπὸν πῶς σου ἀντιλάβηται· Ζητεῖτε γὰρ, φησὶ, πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Οὕτως οὖν, ἀγαπητοὶ, φιλοσοφῶμεν μετὰ πόνου καὶ ταπεινώσεως, τύπτοντες ἑαυτῶν τὰ στήθη, καθάπερ ἐκεῖνος, καὶ ἐπιτευξόμεθα ὧνπερ αἰτοῦμεν· ἐὰν δὲ θυμοῦ καὶ ὀργῆς πεπληρωμένοι προσευχώμεθα, βδελυκτοὶ καὶ μισητοὶ παρὰ Θεῷ εὑρισκόμεθα. Συντρίψωμεν οὖν ἡμῶν τὴν διάνοιαν, καὶ ταπεινώσωμεν ἡμῶν τὰς ψυχὰς, καὶ εὐχώμεθα ὑπέρ τε ἑαυτῶν, καὶ ὑπὲρ τῶν λυπησάντων ἡμᾶς. Εἰ γὰρ βούλει τὸν δικαστὴν ἐπισπάσασθαι πρὸς βοήθειαν τῆς σῆς ψυχῆς, καὶ τοῦ σοῦ μέρους αὐτὸν ποιῆσαι, μηδέποτε αὐτῷ ἐντύγχανε κατὰ τοῦ λελυπηκότος. Τοιοῦτος γάρ ἐστι τοῦ δικαστοῦ ὁ τρόπος· ἐκείνοις μάλιστα ἐπινεύει καὶ δίδωσι τὰ αἰτήματα, τοῖς ὑπὲρ τῶν ἐχθρῶν εὐχομένοις, τοῖς μὴ μνησικακοῦσι, τοῖς μὴ ἐπαιρομένοις τοῖς ἐχθροῖς αὐτῶν. Καὶ ὅσον οὗτοι ποιοῦσι τοῦτο, τοσοῦτον ἐκείνοις ὁ Θεὸς ἐπεξέρχεται, ἐὰν μὴ μεταβληθῶσιν εἰς μετάνοιαν. εʹ. Βλέπετε οὖν, ἀδελφοὶ, ὅταν τις ἀτιμία ἡμῖν ἐπενεχθῇ παρά τινος, μὴ εὐθέως δυσχεράνωμεν καὶ ἀθυμῶμεν, ἀλλ' εὐχαριστῶμεν φιλοσοφοῦντες, καὶ ἀναμένοντες τὴν βοήθειαν τοῦ Κυρίου. Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς πρὸ τῆς αἰτήσεως διδόναι ἡμῖν τὰ ἀγαθά; μὴ βίον ἡμῖν ἀνώδυνον χαρίσασθαι, καὶ πάσης θλίψεως κεχωρισμένον; Ἀλλὰ ἀμφότερα ἀπὸ φίλτρου ποιεῖ. Τί γὰρ παραχωρεῖ θλιβῆναι ἡμᾶς, καὶ οὐκ ἐπάγει ταχέως ἀπαλλαγήν; ∆ιὰ τί; Ἵνα αὐτῷ προσεδρεύωμεν ἀντεχόμενοι τῆς παρ' αὐτοῦ βοηθείας, καὶ αὐτῷ προσφεύγωμεν, καὶ συνεχῶς αὐτὸν καλῶμεν εἰς ἀντίληψιν ἡμῶν. ∆ιὰ τοῦτο οὖν ἀλγηδόνες σώματος, διὰ τοῦτο ἀφορίαι καρπῶν, διὰ τοῦτο λιμοὶ, ἵνα ἀπὸ τῶν θλίψεων τούτων πάντοτε πρὸς αὐτὸν ἐκκρεμώμεθα, καὶ οὕτω διὰ τῶν προσκαίρων θλίψεων τὴν αἰώνιον ζωὴν κληρονομήσωμεν. Ὥστε οὖν καὶ ὑπὲρ τούτων εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ, τῷ διὰ πολλῶν μεθοδειῶν ἰωμένῳ καὶ σώζοντι τὰς ψυχὰς ἡμῶν. Ἄνθρωποι μὲν γὰρ ἐὰν τυχὸν εὐεργετήσωσιν ἡμᾶς ποτε, εἶτα ἄκοντες αὐτοὺς λυπήσωμέν τι μικρὸν, εὐθὺς ὀνειδίζουσι τὴν εὐεργεσίαν προφέροντες ὡς πολλοὺς 49.306 καταρᾶσθαι ἑαυτοῖς, ὅτι ὅλως παρ' αὐτῶν εὐηργετήθησαν· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ μετὰ τὰς εὐεργεσίας καταφρονούμενος καὶ ὑβριζόμενος, ἀκμὴν καὶ ἀπολογεῖται, καὶ εὐθύνας παρέχει τοῖς ὑβρικόσιν αὐτὸν, οὑτωσὶ λέγων· Λαός μου, τί ἐποίησά σοι; Αὐτοὶ Θεὸν οὐκ ἐβούλοντο αὐτὸν καλεῖν, καὶ αὐτὸς οὐ διέλειπε λαὸν αὐτοὺς ὀνομάζειν· αὐτοὶ παρῃτοῦντο τὴν δεσποτείαν, αὐτὸς δὲ οὐκ ἠρνεῖτο αὐτοὺς, ἀλλ' ᾠκειοῦτο, καὶ πρὸς ἑαυτὸν εἷλκε λέγων· Λαός μου, τί ἐποίησά σοι; Μὴ φορτικός σοι, φησὶν, ἐγενόμην, ἢ βαρὺς καὶ ἐπαχθής; Ἀλλ' οὐδὲ τοῦτο ἔχεις εἰπεῖν· εἰ γὰρ καὶ τοῦτο ἦν, οὐδὲ οὕτως ἔδει σε ἀποσκιρτῆσαι. Τίς γάρ